ΙΕΡΕΜΙΑΣ
<
0
>
^
ΙΕΡΕΜΙΑΣ
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας.
Ἃ ἐπροφήτευσεν Ἱερεμίας ἐπὶ τὰ ἔθνη.(Μασ. ΜΘ 34 ).Τὰ Αἰλάμ. Τάδε λέγει Κύριος· συνετρίβη τὸ τόξον Αἰλάμ, ἀρχὴ δυναστείας αὐτῶν. καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσι τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος, ὃ οὐχ ἥξει ἐκεῖ, οἱ ἐξωσμένοι Αἰλάμ. καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ' αὐτοὺς κακὰ κατά τὴν ὀργὴν τοῦ θυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας. καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν Αἰλάμ, λέγει Κύριος. Ἐν ἀρχῇ βασιλεύοντος Σεδεκίου βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ.
Ἐπὶ τοὺς ἀλλοφύλους.(Μασ. ΜΖ 1-7)
Τοῖς υἱοῖς Ἀμμὼν(Μασ. ΜΘ, 1-5 )
Τῇ Μωάβ.(Μασ. ΜΗ)
¨Οσα ἐπροφήτευσεν Ἱερεμίας ἐπὶ πάντα τὰ ἔθνη.(Μασ. ΚΕ, 1 15-3 1 8 )
ΙΕΡΕΜΙΑΣ
<
0
>
Public Domain