2
1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ ⸀μαρτύριον*μαρτύριον Treg NIV RP ] μυστήριον WH NA28τοῦ θεοῦ. 2 οὐ γὰρ ἔκρινά ⸂τι εἰδέναι†τι εἰδέναι WH Treg NA28 ] τοῦ εἰδέναι τι RP ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον· 3 κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν ⸂πειθοῖ σοφίας‡πειθοῖ σοφίας Holmes ] πειθοῖς σοφίας λόγοις WH Treg NA28; πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις RP ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν ⸂θεοῦ σοφίαν§θεοῦ σοφίαν WH Treg NA28 ] σοφίαν θεοῦ RP ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ⸀ὅσα*ὅσα WH Treg ] ἃ NA28 RPἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10 ἡμῖν ⸀γὰρ†γὰρ WH ] δὲ Treg NA28 RP ⸂ἀπεκάλυψεν ὁ θεὸς‡ἀπεκάλυψεν ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς ἀπεκάλυψεν RP διὰ τοῦ ⸀πνεύματος§πνεύματος WH Treg NA28 ] + αὐτοῦ RP τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. 11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκεν*ἔγνωκεν WH Treg NA28 ] οἶδεν RPεἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· 13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ⸀πνεύματος†πνεύματος WH Treg NA28 ] + ἁγίου RP πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· 15 ὁ δὲ πνευματικὸς ἀνακρίνει ⸀τὰ‡τὰ NA28 ] μὲν WH Treg RPπάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται. 16 τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
*2:1 μαρτύριον Treg NIV RP ] μυστήριον WH NA28
†2:2 τι εἰδέναι WH Treg NA28 ] τοῦ εἰδέναι τι RP
‡2:4 πειθοῖ σοφίας Holmes ] πειθοῖς σοφίας λόγοις WH Treg NA28; πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις RP
§2:7 θεοῦ σοφίαν WH Treg NA28 ] σοφίαν θεοῦ RP
*2:9 ὅσα WH Treg ] ἃ NA28 RP
†2:10 γὰρ WH ] δὲ Treg NA28 RP
‡2:10 ἀπεκάλυψεν ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς ἀπεκάλυψεν RP
§2:10 πνεύματος WH Treg NA28 ] + αὐτοῦ RP
*2:11 ἔγνωκεν WH Treg NA28 ] οἶδεν RP
†2:13 πνεύματος WH Treg NA28 ] + ἁγίου RP
‡2:15 τὰ NA28 ] μὲν WH Treg RP