14
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ*ἀλλὰ WH Treg NA28 ] + τῷ RPθεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲδὲ WH Treg NA28 ] γὰρ RP πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃδιερμηνεύῃ WH Treg NA28 ] διερμηνεύει RP ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
⸀Νῦν§Νῦν WH Treg NA28 ] Νυνὶ RPδέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ*δῷ WH Treg NA28 ] διδῶ RP πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξφωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NA28 δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσινεἰσιν WH Treg NA28 ] ἐστὶν RP ἐν κόσμῳ, καὶ ⸀οὐδὲν§οὐδὲν WH Treg NA28 ] + αὐτῶν RPἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 ⸀Διὸ*Διὸ WH Treg NA28 ] Διόπερ RPὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν ⸀εὐλογῇςεὐλογῇς WH Treg NA28 ] εὐλογήσῃς RP ⸀πνεύματιπνεύματι Treg ] ἐν πνεύματι WH NA28; τῷ πνεύματι RP ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ ⸀θεῷ§θεῷ WH Treg NA28 ] + μου RP πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις*γλώσσαις WH NA28 RP ] γλώσσῃ Treg ⸀λαλῶλαλῶ WH Treg NA28 ] λαλῶν RP 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐτῷ νοΐ WH Treg NA28 ] διὰ τοῦ νοός RP μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων§ἑτέρων WH Treg NA28 ] ἑτέροις RPλαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις*λαλῶσιν γλώσσαις WH Treg NA28 ] γλώσσαις λαλῶσιν RP, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 ⸀τὰτὰ WH Treg NA28 ] καὶ οὕτως τὰ RP κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸςὌντως ὁ θεὸς WH Treg NA28 ] Ὁ θεὸς ὄντως RP ἐν ὑμῖν ἐστιν.
26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος§ἕκαστος WH Treg NA28 ] +ὑμῶν RP ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.*ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NA28 ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτήςδιερμηνευτής WH NA28 RP ] ἑρμηνευτής Treg σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αἱ ⸀γυναῖκεςγυναῖκες WH Treg NA28 ] + ὑμῶν RP ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται§ἐπιτρέπεται WH Treg NA28 ] ἐπιτέτραπται RP αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν*ὑποτασσέσθωσαν WH Treg NA28 ] ὑποτάσσεσθαι RP καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι ⸀μαθεῖνμαθεῖν Treg NA28 RP ] μανθάνειν WH θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳλαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NA28 ] ἐν ἐκκλησίᾳ λαλεῖν RP. 36 ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν§ἐστίν Holmes ] ἐστὶν ἐντολή WH Treg NA28; εἰσὶν ἐντολαί RP 38 εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται*ἀγνοεῖται WH NA28 ] ἀγνοείτω Treg RP 39 ὥστε, ἀδελφοί ⸀μουμου WH Treg NA28 ] – RP ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαιςμὴ κωλύετε γλώσσαις WH Treg NA28 ] γλώσσαις μὴ κωλύετε RP· 40 πάντα ⸀δὲ§δὲ WH Treg NA28 ] – RPεὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

*14:2 ἀλλὰ WH Treg NA28 ] + τῷ RP

14:5 δὲ WH Treg NA28 ] γὰρ RP

14:5 διερμηνεύῃ WH Treg NA28 ] διερμηνεύει RP

§14:6 Νῦν WH Treg NA28 ] Νυνὶ RP

*14:7 δῷ WH Treg NA28 ] διδῶ RP

14:8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NA28

14:10 εἰσιν WH Treg NA28 ] ἐστὶν RP

§14:10 οὐδὲν WH Treg NA28 ] + αὐτῶν RP

*14:13 Διὸ WH Treg NA28 ] Διόπερ RP

14:16 εὐλογῇς WH Treg NA28 ] εὐλογήσῃς RP

14:16 πνεύματι Treg ] ἐν πνεύματι WH NA28; τῷ πνεύματι RP

§14:18 θεῷ WH Treg NA28 ] + μου RP

*14:18 γλώσσαις WH NA28 RP ] γλώσσῃ Treg

14:18 λαλῶ WH Treg NA28 ] λαλῶν RP

14:19 τῷ νοΐ WH Treg NA28 ] διὰ τοῦ νοός RP

§14:21 ἑτέρων WH Treg NA28 ] ἑτέροις RP

*14:23 λαλῶσιν γλώσσαις WH Treg NA28 ] γλώσσαις λαλῶσιν RP

14:25 τὰ WH Treg NA28 ] καὶ οὕτως τὰ RP

14:25 Ὄντως ὁ θεὸς WH Treg NA28 ] Ὁ θεὸς ὄντως RP

§14:26 ἕκαστος WH Treg NA28 ] +ὑμῶν RP

*14:26 ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NA28 ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP

14:28 διερμηνευτής WH NA28 RP ] ἑρμηνευτής Treg

14:34 γυναῖκες WH Treg NA28 ] + ὑμῶν RP

§14:34 ἐπιτρέπεται WH Treg NA28 ] ἐπιτέτραπται RP

*14:34 ὑποτασσέσθωσαν WH Treg NA28 ] ὑποτάσσεσθαι RP

14:35 μαθεῖν Treg NA28 RP ] μανθάνειν WH

14:35 λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NA28 ] ἐν ἐκκλησίᾳ λαλεῖν RP

§14:37 ἐστίν Holmes ] ἐστὶν ἐντολή WH Treg NA28; εἰσὶν ἐντολαί RP

*14:38 ἀγνοεῖται WH NA28 ] ἀγνοείτω Treg RP

14:39 μου WH Treg NA28 ] – RP

14:39 μὴ κωλύετε γλώσσαις WH Treg NA28 ] γλώσσαις μὴ κωλύετε RP

§14:40 δὲ WH Treg NA28 ] – RP