16
1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. 2 κατὰ μίαν ⸀σαββάτου*σαββάτου WH Treg NA28 ] σαββάτων RP ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν†ἐὰν WH Treg NA28 ] ἂν RPεὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. 3 ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν‡ἐὰν WH NA28 RP ] ἂν Tregδοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· 4 ἐὰν δὲ ⸂ἄξιον ᾖ §ἄξιον ᾖ WH Treg NA28 ] ᾖ ἄξιον RP τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, 6 πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ*παραμενῶ Treg NA28 RP ] καταμενῶ WH ἢ ⸀καὶ†καὶ Treg NA28 RP ] – WHπαραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7 οὐ θέλω γὰρ‡γὰρ WH Treg NA28 ] δὲ RP ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ§ἐπιτρέψῃ WH Treg NA28 ] ἐπιτρέπῃ RP 8 ⸀ἐπιμενῶ*ἐπιμενῶ Treg NA28 RP ] ἐπιμένω WHδὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· 9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ†κἀγώ NA28 Treg RP ] ἐγώ WH 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με‡με WH NA28 RP ] ἐμέ Treg ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. 13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον§ὑμέτερον WH Treg NA28 ] ὑμῶν RPὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται*ἀσπάζεται WH NA28 ] ἀσπάζονται Treg RP ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα†Πρίσκα WH Treg NA28 ] Πρίσκιλλα RPσὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον‡κύριον WH Treg NA28 ] + Ἰησοῦν Χριστόν RP ἤτω ἀνάθεμα. ⸂Μαράνα θά§Μαράνα θά NA28 ] Μαρὰν ἀθά WH Treg RP. 23 ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ*Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RPμεθʼ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ†Ἰησοῦ WH Treg NA28 ] + Ἀμήν RP ‘/book’
*16:2 σαββάτου WH Treg NA28 ] σαββάτων RP
†16:2 ἐὰν WH Treg NA28 ] ἂν RP
‡16:3 ἐὰν WH NA28 RP ] ἂν Treg
§16:4 ἄξιον ᾖ WH Treg NA28 ] ᾖ ἄξιον RP
*16:6 παραμενῶ Treg NA28 RP ] καταμενῶ WH
†16:6 καὶ Treg NA28 RP ] – WH
‡16:7 γὰρ WH Treg NA28 ] δὲ RP
§16:7 ἐπιτρέψῃ WH Treg NA28 ] ἐπιτρέπῃ RP
*16:8 ἐπιμενῶ Treg NA28 RP ] ἐπιμένω WH
†16:10 κἀγώ NA28 Treg RP ] ἐγώ WH
‡16:11 με WH NA28 RP ] ἐμέ Treg
§16:17 ὑμέτερον WH Treg NA28 ] ὑμῶν RP
*16:19 ἀσπάζεται WH NA28 ] ἀσπάζονται Treg RP
†16:19 Πρίσκα WH Treg NA28 ] Πρίσκιλλα RP
‡16:22 κύριον WH Treg NA28 ] + Ἰησοῦν Χριστόν RP
§16:22 Μαράνα θά NA28 ] Μαρὰν ἀθά WH Treg RP
*16:23 Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP
†16:24 Ἰησοῦ WH Treg NA28 ] + Ἀμήν RP