3
⸀Ὁμοίως*Ὁμοίως WH Treg ] + αἱ NA28 RP γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶκαὶ Treg NA28 RP ] – WHεἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίουπραέως καὶ ἡσυχίου Treg NA28 RP ] ἡσυχίου καὶ πραέως WH πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰς§εἰς WH Treg NA28 ] ἐπὶ RPθεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ⸀ὑπήκουσεν*ὑπήκουσεν Treg NA28 RP ] ὑπήκουεν WHτῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοιςσυγκληρονόμοις WH Treg NA28 ] συγκληρονόμοι RPχάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονεςταπεινόφρονες WH Treg NA28 ] φιλόφρονες RP μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες§εὐλογοῦντες WH Treg NA28 ] + εἰδότες RP ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσαν*γλῶσσαν WH Treg NA28 ] + αὐτοῦ RP ἀπὸ κακοῦ καὶ ⸀χείληχείλη WH Treg NA28 ] + αὐτοῦ RPτοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω ⸀δὲδὲ WH Treg NA28 ] – RPἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶ§ζηλωταὶ WH Treg NA28 ] μιμηταὶ RPγένησθε; 14 ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 κύριον δὲ τὸν ⸀Χριστὸν*Χριστὸν WH Treg NA28 ] θεὸν RP ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοιἕτοιμοι WH Treg NA28 ] + δὲ RP ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 ⸀ἀλλὰἀλλὰ WH Treg NA28 ] – RP μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθε§καταλαλεῖσθε WH NA28 ] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RPκαταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν*ἔπαθεν RP NA28 ] ἀπέθανεν WH Treg NIV δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶςὑμᾶς WH NA28 RP ] ἡμᾶς Tregπροσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοιὀλίγοι WH Treg NA28 ] ὀλίγαι RP τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος. 21 ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν§καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NA28 ] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν ⸀δεξιᾷ*δεξιᾷ WH Treg ] + τοῦ NA28 RPθεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

*3:1 Ὁμοίως WH Treg ] + αἱ NA28 RP

3:1 καὶ Treg NA28 RP ] – WH

3:4 πραέως καὶ ἡσυχίου Treg NA28 RP ] ἡσυχίου καὶ πραέως WH

§3:5 εἰς WH Treg NA28 ] ἐπὶ RP

*3:6 ὑπήκουσεν Treg NA28 RP ] ὑπήκουεν WH

3:7 συγκληρονόμοις WH Treg NA28 ] συγκληρονόμοι RP

3:8 ταπεινόφρονες WH Treg NA28 ] φιλόφρονες RP

§3:9 εὐλογοῦντες WH Treg NA28 ] + εἰδότες RP

*3:10 γλῶσσαν WH Treg NA28 ] + αὐτοῦ RP

3:10 χείλη WH Treg NA28 ] + αὐτοῦ RP

3:11 δὲ WH Treg NA28 ] – RP

§3:13 ζηλωταὶ WH Treg NA28 ] μιμηταὶ RP

*3:15 Χριστὸν WH Treg NA28 ] θεὸν RP

3:15 ἕτοιμοι WH Treg NA28 ] + δὲ RP

3:16 ἀλλὰ WH Treg NA28 ] – RP

§3:16 καταλαλεῖσθε WH NA28 ] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP

*3:18 ἔπαθεν RP NA28 ] ἀπέθανεν WH Treg NIV

3:18 ὑμᾶς WH NA28 RP ] ἡμᾶς Treg

3:20 ὀλίγοι WH Treg NA28 ] ὀλίγαι RP

§3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NA28 ] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP

*3:22 δεξιᾷ WH Treg ] + τοῦ NA28 RP