ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
1
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη WH Treg NIV ] + ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP⸀εἰρήνη.
Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν WH Treg NIV ] + ὑμῶν RP⸀μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ Treg RP ] τοῦ θεοῦ WH NIV⸀θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ WH ] + ἐν Treg NIV RP⸀καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν Treg NIV RP ] – WH⸀ἐν ὑμῖν δι᾽ ὑμᾶς· καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, ὥστε γενέσθαι ὑμᾶς τύπον WH Treg NIV ] τύπους RP⸀τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν WH Treg NIV ] – RP⸀ἐν τῇ Ἀχαΐᾳ. ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ WH Treg ] + ἐν τῇ NIV RP⸀καὶ Ἀχαΐᾳ, ἀλλ᾽ WH Treg NIV ] ἀλλὰ καὶ RP⸀ἀλλ᾽ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς WH Treg NIV ] ἡμᾶς ἔχειν RP⸂ἔχειν ἡμᾶς⸃ λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ WH Treg NIV ] ἀπὸ RP⸀ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

1:1 εἰρήνη WH Treg NIV ] + ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP

1:2 μνείαν WH Treg NIV ] + ὑμῶν RP

1:4 θεοῦ Treg RP ] τοῦ θεοῦ WH NIV

1:5 καὶ WH ] + ἐν Treg NIV RP

1:5 ἐν Treg NIV RP ] – WH

1:7 τύπον WH Treg NIV ] τύπους RP

1:7 ἐν WH Treg NIV ] – RP

1:8 καὶ WH Treg ] + ἐν τῇ NIV RP

1:8 ἀλλ᾽ WH Treg NIV ] ἀλλὰ καὶ RP

1:8 ἔχειν ἡμᾶς WH Treg NIV ] ἡμᾶς ἔχειν RP

1:10 ἐκ WH Treg NIV ] ἀπὸ RP