3
1 Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, 2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ ⸀συνεργὸν*συνεργὸν NA28 ] διάκονον WH Treg RP τοῦ ⸀θεοῦ†θεοῦ WH Treg NA28 ] + καὶ συνεργὸν ἡμῶν RP ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ⸀ὑπὲρ‡ὑπὲρ WH Treg NA28 ] ὑμᾶς περὶ RPτῆς πίστεως ὑμῶν 3 τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· 4 καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 5 διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφʼ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, 7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφʼ ὑμῖν ἐπὶ πάσῃ τῇ ⸂ἀνάγκῃ καὶ θλίψει§ἀνάγκῃ καὶ θλίψει WH Treg NA28 ] θλίψει καὶ ἀνάγκῃ RP ἡμῶν διὰ τῆς ὑμῶν πίστεως, 8 ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ. 9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν διʼ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν, 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν ⸀Ἰησοῦς*Ἰησοῦς WH Treg NA28 ] + Χριστός RPκατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 12 ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ†Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP μετὰ πάντων τῶν ἁγίων ⸀αὐτοῦ‡αὐτοῦ WH Treg NIV RP ] + ἀμήν NA28
*3:2 συνεργὸν NA28 ] διάκονον WH Treg RP
†3:2 θεοῦ WH Treg NA28 ] + καὶ συνεργὸν ἡμῶν RP
‡3:2 ὑπὲρ WH Treg NA28 ] ὑμᾶς περὶ RP
§3:7 ἀνάγκῃ καὶ θλίψει WH Treg NA28 ] θλίψει καὶ ἀνάγκῃ RP
*3:11 Ἰησοῦς WH Treg NA28 ] + Χριστός RP
†3:13 Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP
‡3:13 αὐτοῦ WH Treg NIV RP ] + ἀμήν NA28