5
1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ⸀ὅτι*ὅτι WH Treg NA28 ] + ἡ RPἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 3 ⸀ὅταν†ὅταν WH Treg NA28 ] + γὰρ RPλέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς ⸀κλέπτης‡κλέπτης Treg NA28 RP ] κλέπτας WHκαταλάβῃ, 5 πάντες ⸀γὰρ§γὰρ WH Treg NA28 ] – RPὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· 6 ἄρα οὖν μὴ καθεύδωμεν ⸀ὡς*ὡς WH Treg NA28 ] + καὶ RPοἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· 9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10 τοῦ ἀποθανόντος ⸀περὶ†περὶ WH Treg ] ὑπὲρ NA28 RPἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, 13 καὶ ἡγεῖσθαι αὐτοὺς ⸀ὑπερεκπερισσοῦ‡ὑπερεκπερισσοῦ WH NA28 RP ] ὑπερεκπερισσῶς Treg ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ⸀ἑαυτοῖς§ἑαυτοῖς WH NA28 RP ] αὐτοῖς Treg 14 παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε*διώκετε WH Treg ] + καὶ NA28 RPεἰς ἀλλήλους καὶ εἰς πάντας. 16 πάντοτε χαίρετε, 17 ἀδιαλείπτως προσεύχεσθε, 18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19 τὸ πνεῦμα μὴ σβέννυτε, 20 προφητείας μὴ ἐξουθενεῖτε· 21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, 22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Ἀδελφοί, ⸀προσεύχεσθε†προσεύχεσθε Treg RP ] + καὶ WH NA28περὶ ἡμῶν. 26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 ⸀ἐνορκίζω‡ἐνορκίζω WH Treg NA28 ] Ὁρκίζω RP ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν ⸀τοῖς§τοῖς WH Treg NA28 ] + ἁγίοις RPἀδελφοῖς. 28 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ⸀ὑμῶν*ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’
*5:2 ὅτι WH Treg NA28 ] + ἡ RP
†5:3 ὅταν WH Treg NA28 ] + γὰρ RP
‡5:4 κλέπτης Treg NA28 RP ] κλέπτας WH
§5:5 γὰρ WH Treg NA28 ] – RP
*5:6 ὡς WH Treg NA28 ] + καὶ RP
†5:10 περὶ WH Treg ] ὑπὲρ NA28 RP
‡5:13 ὑπερεκπερισσοῦ WH NA28 RP ] ὑπερεκπερισσῶς Treg
§5:13 ἑαυτοῖς WH NA28 RP ] αὐτοῖς Treg
*5:15 διώκετε WH Treg ] + καὶ NA28 RP
†5:25 προσεύχεσθε Treg RP ] + καὶ WH NA28
‡5:27 ἐνορκίζω WH Treg NA28 ] Ὁρκίζω RP
§5:27 τοῖς WH Treg NA28 ] + ἁγίοις RP
*5:28 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP