2
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. ⸀τοῦτο*τοῦτο WH Treg NA28 ] + γὰρ RPκαλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν ⸀λέγωλέγω WH Treg NA28 ] + ἐν Χριστῷ RP οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ ⸀διαλογισμοῦδιαλογισμοῦ Treg NA28 RP ] διαλογισμῶν WH ὡσαύτως ⸀καὶ§καὶ Treg NA28 ] – WH; + τὰς RP γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ*καὶ WH Treg NA28 ] ἢ RP σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ⸀καὶ ⸀χρυσίῳχρυσίῳ WH NA28 ] χρυσῷ Treg RPἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 ⸂διδάσκειν δὲ γυναικὶδιδάσκειν δὲ γυναικὶ WH Treg NA28 ] Γυναικὶ δὲ διδάσκειν RP οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ⸀ἐξαπατηθεῖσα§ἐξαπατηθεῖσα WH Treg NA28 ] ἀπατηθεῖσα RPἐν παραβάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

*2:3 τοῦτο WH Treg NA28 ] + γὰρ RP

2:7 λέγω WH Treg NA28 ] + ἐν Χριστῷ RP

2:8 διαλογισμοῦ Treg NA28 RP ] διαλογισμῶν WH

§2:9 καὶ Treg NA28 ] – WH; + τὰς RP

*2:9 καὶ WH Treg NA28 ] ἢ RP

2:9 χρυσίῳ WH NA28 ] χρυσῷ Treg RP

2:12 διδάσκειν δὲ γυναικὶ WH Treg NA28 ] Γυναικὶ δὲ διδάσκειν RP

§2:14 ἐξαπατηθεῖσα WH Treg NA28 ] ἀπατηθεῖσα RP