13
 1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.   2 προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν ⸀νῦν*νῦν WH Treg NA28 ] + γράφω RP τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,   3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,   4 καὶ ⸀γὰρ†γὰρ WH Treg NA28 ] + εἰ RP ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομεν‡ζήσομεν WH Treg NA28 ] ζησόμεθα RPσὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.   
 5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς§Ἰησοῦς Χριστὸς WH RP NA28 ] Χριστὸς Ἰησοῦς Treg NIV  ἐν ⸀ὑμῖν*ὑμῖν WH Treg NA28 ] + ἐστίν RP εἰ μήτι ἀδόκιμοί ἐστε.   6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.   7 ⸀εὐχόμεθα†εὐχόμεθα WH Treg NA28 ] Εὐχόμαι RPδὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.   8 οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.   9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· ⸀τοῦτο‡τοῦτο WH Treg NA28 ] + δὲ RPκαὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.   10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκέν μοι§ὁ κύριος ἔδωκέν μοι WH Treg NA28 ] ἔδωκέν μοι ὁ κύριος RP, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.   
 11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν.   12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.   13 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν*ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’   
*13:2 νῦν WH Treg NA28 ] + γράφω RP
†13:4 γὰρ WH Treg NA28 ] + εἰ RP
‡13:4 ζήσομεν WH Treg NA28 ] ζησόμεθα RP
§13:5 Ἰησοῦς Χριστὸς WH RP NA28 ] Χριστὸς Ἰησοῦς Treg NIV
*13:5 ὑμῖν WH Treg NA28 ] + ἐστίν RP
†13:7 εὐχόμεθα WH Treg NA28 ] Εὐχόμαι RP
‡13:9 τοῦτο WH Treg NA28 ] + δὲ RP
§13:10 ὁ κύριος ἔδωκέν μοι WH Treg NA28 ] ἔδωκέν μοι ὁ κύριος RP
*13:13 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP