ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
1
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ NIV RP ] – WH Treg⸀ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ· καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NIV ] βαπτισθήσεσθε ἐν πνεύματι RP⸂ἐν πνεύματι βαπτισθήσεσθε⸃ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Οἱ μὲν οὖν συνελθόντες ἠρώτων WH Treg NIV ] ἐπηρώτων RP⸀ἠρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπεν δὲ NIV RP ] – WH Treg⸀δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μου WH Treg NIV ] μοι RP⸀μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς WH Treg NIV ] ἐσθῆτι λευκῇ RP⸂ἐσθήσεσι λευκαῖς⸃, 11 οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες WH Treg ] ἐμβλέποντες NIV RP⸀βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν. 13 καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NIV ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος WH Treg NIV ] Ἰάκωβος καὶ Ἰωάννης RP⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ WH Treg NIV ] + καὶ τῇ δεήσει RP⸀προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ WH Treg NIV ] Μαρίᾳ RP⸀Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν WH Treg RP ] – NIV⸀σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν WH Treg NIV ] μαθητῶν RP⸀ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς WH Treg RP ] ὡσεὶ NIV⸀ὡς ἑκατὸν εἴκοσι)· 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν WH Treg NIV ] + ταύτην RP⸀γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν RP⸀Ἰησοῦν, 17 ὅτι κατηριθμημένος ἦν ἐν WH Treg NIV ] σὺν RP⸀ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ Treg NA RP ] – WH NIV⸀ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτ᾽ ἔστιν Χωρίον Αἵματος.— 20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω WH Treg NIV ] λάβοι RP⸀λαβέτω ἕτερος. 21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ WH Treg NIV ] ἐν ᾧ RP⸀ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι WH Treg NIV ] γενέσθαι σὺν ἡμῖν RP⸂σὺν ἡμῖν γενέσθαι⸃ ἕνα τούτων. 23 καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. 24 καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα, 25 λαβεῖν τὸν τόπον WH Treg NIV ] κλῆρον RP⸀τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ᾽ WH Treg NIV ] ἐξ RP⸀ἀφ᾽ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 καὶ ἔδωκαν κλήρους αὐτοῖς WH Treg NIV ] αὐτῶν RP⸀αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

1:1 NIV RP ] – WH Treg

1:5 ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NIV ] βαπτισθήσεσθε ἐν πνεύματι RP

1:6 ἠρώτων WH Treg NIV ] ἐπηρώτων RP

1:7 δὲ NIV RP ] – WH Treg

1:8 μου WH Treg NIV ] μοι RP

1:10 ἐσθήσεσι λευκαῖς WH Treg NIV ] ἐσθῆτι λευκῇ RP

1:11 βλέποντες WH Treg ] ἐμβλέποντες NIV RP

1:13 εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NIV ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP

1:13 Ἰωάννης καὶ Ἰάκωβος WH Treg NIV ] Ἰάκωβος καὶ Ἰωάννης RP

1:14 προσευχῇ WH Treg NIV ] + καὶ τῇ δεήσει RP

1:14 Μαριὰμ WH Treg NIV ] Μαρίᾳ RP

1:14 σὺν WH Treg RP ] – NIV

1:15 ἀδελφῶν WH Treg NIV ] μαθητῶν RP

1:15 ὡς WH Treg RP ] ὡσεὶ NIV

1:16 γραφὴν WH Treg NIV ] + ταύτην RP

1:16 Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν RP

1:17 ἐν WH Treg NIV ] σὺν RP

1:19 ἰδίᾳ Treg NA RP ] – WH NIV

1:20 λαβέτω WH Treg NIV ] λάβοι RP

1:21 WH Treg NIV ] ἐν ᾧ RP

1:22 σὺν ἡμῖν γενέσθαι WH Treg NIV ] γενέσθαι σὺν ἡμῖν RP

1:25 τόπον WH Treg NIV ] κλῆρον RP

1:25 ἀφ᾽ WH Treg NIV ] ἐξ RP

1:26 αὐτοῖς WH Treg NIV ] αὐτῶν RP