11
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. ⸂ὅτε δὲ* ὅτε δὲ WH Treg NA28 ] Καὶ ὅτε RP ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ Ἰερουσαλήμ WH Treg NA28 ] Ἱεροσόλυμα RP διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NA28 ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg αὐτοῖς. ἀρξάμενος ⸀δὲ§ δὲ WH Treg NA28 ] + ὁ RPΠέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· ἤκουσα δὲ ⸀καὶ* καὶ WH Treg NA28 ] – RPφωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι ὅτι WH Treg NA28 ] + πᾶν RPκοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου φωνὴ ἐκ δευτέρου Treg NA28 ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν§ ἀνεσπάσθη πάλιν WH Treg NA28 ] πάλιν ἀνεσπάσθη RP ἅπαντα εἰς τὸν οὐρανόν. 11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν* ἦμεν WH Treg NA28 ] ἤμην NIV RP ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. 12 εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι τὸ πνεῦμά μοι WH Treg NA28 ] μοι τὸ πνεῦμά RP συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα διακρίναντα WH Treg NA28 ] διακρινόμενον RP ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. 13 ἀπήγγειλεν ⸀δὲ§ δὲ WH Treg NA28 ] τε RP ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα* εἰπόντα WH Treg NA28 ] + αὐτῷ RP Ἀπόστειλον εἰς ⸀Ἰόππην Ἰόππην WH Treg NA28 ] + ἄνδρας RPκαὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ. 16 ἐμνήσθην δὲ τοῦ τοῦ WH Treg NA28 ] – RPῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ§ ἐγὼ WH Treg NA28 ] + δὲ RPτίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; 18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν* ἐδόξασαν WH Treg NA28 ] ἐδόξαζον RP τὸν θεὸν λέγοντες· ⸀Ἄρα Ἄρα WH Treg NA28 ] + γε RP καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν εἰς ζωὴν ἔδωκεν WH Treg NA28 ] ἔδωκεν εἰς ζωὴν RP.
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες§ ἐλθόντες WH Treg NA28 ] εἰσελθόντες RP εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ* καὶ WH Treg NA28 ] – RP πρὸς τοὺς ⸀Ἑλληνιστάς Ἑλληνιστάς WH RP NA28 ] Ἕλληνας Treg NIV εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ ὁ WH Treg NA28 ] – RPπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. 22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης§ οὔσης WH Treg NA28 ] – RP ἐν ⸀Ἰερουσαλὴμ* Ἰερουσαλὴμ WH Treg NA28 ] Ἱεροσολύμοις RPπερὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν Βαρναβᾶν WH Treg NIV ] + διελθεῖν RP NA28ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν τὴν WH Treg NA28 ] – RP χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν§ προσμένειν Treg NA28 RP ] + ἐν WHτῷ κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. 25 ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν* Ταρσὸν WH Treg NA28 ] + ὁ Βαρνάβας RP ἀναζητῆσαι Σαῦλον, 26 καὶ εὑρὼν ⸀ἤγαγεν ἤγαγεν WH Treg NA28 ] + αὐτὸν RP εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ αὐτοῖς καὶ WH Treg NA28 ] αὐτοὺς RP ἐν§ ἐν WH Treg NA28 ] – RP αυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως* πρώτως WH Treg NA28 ] πρώτον RPἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην μεγάλην WH Treg NA28 ] μέγαν RP μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις ἥτις WH Treg NA28 ] ὅστις καὶ RP ἐγένετο ἐπὶ ⸀Κλαυδίου§ Κλαυδίου WH Treg NA28 ] + Καίσαρος RP 29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.

*11:2 ὅτε δὲ WH Treg NA28 ] Καὶ ὅτε RP

11:2 Ἰερουσαλήμ WH Treg NA28 ] Ἱεροσόλυμα RP

11:3 Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NA28 ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg

§11:4 δὲ WH Treg NA28 ] + ὁ RP

*11:7 καὶ WH Treg NA28 ] – RP

11:8 ὅτι WH Treg NA28 ] + πᾶν RP

11:9 φωνὴ ἐκ δευτέρου Treg NA28 ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP

§11:10 ἀνεσπάσθη πάλιν WH Treg NA28 ] πάλιν ἀνεσπάσθη RP

*11:11 ἦμεν WH Treg NA28 ] ἤμην NIV RP

11:12 τὸ πνεῦμά μοι WH Treg NA28 ] μοι τὸ πνεῦμά RP

11:12 διακρίναντα WH Treg NA28 ] διακρινόμενον RP

§11:13 δὲ WH Treg NA28 ] τε RP

*11:13 εἰπόντα WH Treg NA28 ] + αὐτῷ RP

11:13 Ἰόππην WH Treg NA28 ] + ἄνδρας RP

11:16 τοῦ WH Treg NA28 ] – RP

§11:17 ἐγὼ WH Treg NA28 ] + δὲ RP

*11:18 ἐδόξασαν WH Treg NA28 ] ἐδόξαζον RP

11:18 Ἄρα WH Treg NA28 ] + γε RP

11:18 εἰς ζωὴν ἔδωκεν WH Treg NA28 ] ἔδωκεν εἰς ζωὴν RP

§11:20 ἐλθόντες WH Treg NA28 ] εἰσελθόντες RP

*11:20 καὶ WH Treg NA28 ] – RP

11:20 Ἑλληνιστάς WH RP NA28 ] Ἕλληνας Treg NIV

11:21 ὁ WH Treg NA28 ] – RP

§11:22 οὔσης WH Treg NA28 ] – RP

*11:22 Ἰερουσαλὴμ WH Treg NA28 ] Ἱεροσολύμοις RP

11:22 Βαρναβᾶν WH Treg NIV ] + διελθεῖν RP NA28

11:23 τὴν WH Treg NA28 ] – RP

§11:23 προσμένειν Treg NA28 RP ] + ἐν WH

*11:25 Ταρσὸν WH Treg NA28 ] + ὁ Βαρνάβας RP

11:26 ἤγαγεν WH Treg NA28 ] + αὐτὸν RP

11:26 αὐτοῖς καὶ WH Treg NA28 ] αὐτοὺς RP

§11:26 ἐν WH Treg NA28 ] – RP

*11:26 πρώτως WH Treg NA28 ] πρώτον RP

11:28 μεγάλην WH Treg NA28 ] μέγαν RP

11:28 ἥτις WH Treg NA28 ] ὅστις καὶ RP

§11:28 Κλαυδίου WH Treg NA28 ] + Καίσαρος RP