3
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ⸀ὑμῶν*ὑμῶν Treg NA28 ] ἡμῶν WH RP τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
Νεκρώσατε οὖν τὰ ⸀μέλημέλη WH Treg NA28 ] + ὑμῶν NIV RPτὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείαςἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA28 ] – WH Treg NIV· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν ⸀τούτοις§τούτοις WH Treg NA28 ] αὐτοῖς RP νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ⸀τὰ*τὰ Treg NA28 RP ] – WHπάντα καὶ ἐν πᾶσιν Χριστός.
12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ⸀κύριοςκύριος WH Treg NA28 ] Χριστὸς RPἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ⸀ὅὅ WH Treg NA28 ] ἥτις RPἐστιν σύνδεσμος τῆς τελειότητος. 15 καὶ ἡ εἰρήνη τοῦ ⸀Χριστοῦ§Χριστοῦ WH Treg NA28 ] θεοῦ RPβραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ⸀ψαλμοῖς*ψαλμοῖς WH Treg NA28 ] + καὶ RP ⸀ὕμνοιςὕμνοις WH Treg NA28 ] + καὶ RP ᾠδαῖς πνευματικαῖς ⸀ἐνἐν WH RP ] + τῇ Treg NA28 χάριτι, ᾄδοντες ἐν ⸂ταῖς καρδίαις§ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP ὑμῶν τῷ ⸀θεῷ*θεῷ WH Treg NA28 ] κυρίῳ RP 17 καὶ πᾶν ⸂ὅ τιὅ τι Treg NA28 RP ] ὅτι WH ⸀ἐὰνἐὰν WH Treg NA28 ] ἂν RP ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ ⸀θεῷ§θεῷ WH Treg NA28 ] + καὶ RPπατρὶ διʼ αὐτοῦ.
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε ⸀τοῖς*τοῖς WH Treg NA28 ] + ἰδίοις RPἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ ⸂εὐάρεστόν ἐστινεὐάρεστόν ἐστιν WH Treg NA28 ] ἐστιν εὐάρεστον RP ἐν κυρίῳ. 21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαιςὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NA28 ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ⸀κύριον§κύριον WH Treg NA28 ] θεόν RP 23 ⸀ὃ*ὃ WH Treg NA28 ] καὶ πᾶν ὃ τι RPἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθεἀπολήμψεσθε WH Treg NA28 ] λήψεσθε RP τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· ⸀τῷτῷ WH Treg NA28 ] + γὰρ RPκυρίῳ Χριστῷ δουλεύετε· 25 ὁ ⸀γὰρ§γὰρ WH Treg NA28 ] δὲ RPἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

*3:4 ὑμῶν Treg NA28 ] ἡμῶν WH RP

3:5 μέλη WH Treg NA28 ] + ὑμῶν NIV RP

3:6 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA28 ] – WH Treg NIV

§3:7 τούτοις WH Treg NA28 ] αὐτοῖς RP

*3:11 τὰ Treg NA28 RP ] – WH

3:13 κύριος WH Treg NA28 ] Χριστὸς RP

3:14 ὅ WH Treg NA28 ] ἥτις RP

§3:15 Χριστοῦ WH Treg NA28 ] θεοῦ RP

*3:16 ψαλμοῖς WH Treg NA28 ] + καὶ RP

3:16 ὕμνοις WH Treg NA28 ] + καὶ RP

3:16 ἐν WH RP ] + τῇ Treg NA28

§3:16 ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP

*3:16 θεῷ WH Treg NA28 ] κυρίῳ RP

3:17 ὅ τι Treg NA28 RP ] ὅτι WH

3:17 ἐὰν WH Treg NA28 ] ἂν RP

§3:17 θεῷ WH Treg NA28 ] + καὶ RP

*3:18 τοῖς WH Treg NA28 ] + ἰδίοις RP

3:20 εὐάρεστόν ἐστιν WH Treg NA28 ] ἐστιν εὐάρεστον RP

3:22 ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NA28

§3:22 κύριον WH Treg NA28 ] θεόν RP

*3:23 ὃ WH Treg NA28 ] καὶ πᾶν ὃ τι RP

3:24 ἀπολήμψεσθε WH Treg NA28 ] λήψεσθε RP

3:24 τῷ WH Treg NA28 ] + γὰρ RP

§3:25 γὰρ WH Treg NA28 ] δὲ RP