11
Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ ⸀Μαριὰμ*Μαριὰμ WH Treg NA28 ] Μαρία RPἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ⸂ὧραί εἰσινὧραί εἰσιν WH Treg NA28 ] εἰσιν ὧραί RP τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶ ⸀αὐτῷαὐτῷ WH Treg NA28 ] αὐτοῦ RP Κύριε, εἰ κεκοίμηται σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ⸂ἤδη ἡμέρας§ἤδη ἡμέρας WH Treg NA28 ] ἡμέρας ἤδη RP ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ ⸀ἡ*ἡ Treg NA28 RP ] – WHΒηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 ⸂πολλοὶ δὲπολλοὶ δὲ WH Treg NA28 ] καὶ πολλοὶ RP ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς ⸀τὴντὴν WH Treg NA28 ] τὰς περὶ RP Μάρθαν καὶ ⸀Μαριὰμ§Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ⸀ἀδελφοῦ*ἀδελφοῦ WH Treg NA28 ] + αὐτῶν RP 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· ⸀ΜαρίαΜαρία Treg RP ] Μαριὰμ WH NA28δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν ⸀ἡἡ WH Treg NA28 ] – RP Μάρθα πρὸς ⸀τὸν§τὸν Treg NA28 RP ] – WH Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε ⸂οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου*οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NA28 ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP· 22 ⸀καὶκαὶ WH Treg ] ἀλλὰ καὶ NA28 RPνῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ ⸀ἡἡ WH Treg NA28 ] – RPΜάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶ ⸀τοῦτο§τοῦτο WH Treg NA28 ] ταῦτα RP εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν ⸀Μαριὰμ*Μαριὰμ WH Treg NA28 ] Μαρίαν RPτὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 ἐκείνη ⸀δὲδὲ WH Treg NA28 ] – RP ὡς ἤκουσεν ⸀ἠγέρθηἠγέρθη WH Treg NA28 ] ἐγείρεται RP ταχὺ καὶ ⸀ἤρχετο§ἤρχετο WH Treg NA28 ] ἔρχεται RPπρὸς αὐτόν· 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ⸀ἔτι*ἔτι WH Treg NA28 ] – RPἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν ⸀ΜαριὰμΜαριὰμ WH Treg NA28 ] Μαρίαν RP ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ ⸀δόξαντεςδόξαντες WH Treg NA28 ] λέγοντες RPὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν ⸀Μαριὰμ§Μαριὰμ WH Treg NA28 ] Μαρία RP ὡς ἦλθεν ὅπου ⸀ἦν*ἦν WH Treg NA28 ] + ὁ RP Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ ⸀πρὸςπρὸς WH Treg NA28 ] εἰς RP τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν ⸂μου ἀπέθανενμου ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν μου RP ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ ⸀τετελευτηκότος§τετελευτηκότος WH NA28 ] τελευτηκότος Treg; τεθνηκότος RPΜάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ⸀ὄψῃ*ὄψῃ WH Treg NA28 ] ὄψει RPτὴν δόξαν τοῦ θεοῦ; 41 ἦραν οὖν τὸν ⸀λίθονλίθον WH Treg NA28 ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44 ⸀ἐξῆλθενἐξῆλθεν WH Treg NA28 ] Καὶ ἐξῆλθεν RP ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει ⸂αὐτοῖς ὁ Ἰησοῦς§αὐτοῖς ὁ Ἰησοῦς Treg NA28 RP ] ὁ Ἰησοῦς αὐτοῖς WH · Λύσατε αὐτὸν*αὐτὸν WH Treg NA28 ] – RPκαὶ ἄφετε ⸀αὐτὸν ὑπάγειν.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν ⸀ΜαριὰμΜαριὰμ WH Treg NA28 ] Μαρίαν RP καὶ θεασάμενοι ⸀ἃἃ RP NA28 ] ὃ WH Treg ⸀ἐποίησεν§ἐποίησεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ⸀ἐποίησεν*ἐποίησεν WH Treg NA28 ] + ὁ RPἸησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ⸂ποιεῖ σημεῖαποιεῖ σημεῖα WH Treg NA28 ] σημεῖα ποιεῖ RP; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ ⸀λογίζεσθελογίζεσθε WH Treg NA28 ] διαλογίζεσθε RP ὅτι συμφέρει ⸀ὑμῖν§ὑμῖν WH Treg NA28 ] ἡμῖν RPἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ⸀ἐβουλεύσαντο*ἐβουλεύσαντο WH Treg NA28 ] συνεβουλεύσαντο RPἵνα ἀποκτείνωσιν αὐτόν.
54 ⸂Ὁ οὖν ἸησοῦςὉ οὖν Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς οὖν RP οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ⸀ἔμεινενἔμεινεν WH Treg NA28 ] διέτριβεν RP μετὰ τῶν ⸀μαθητῶν§μαθητῶν WH Treg NA28 ] + αὐτοῦ RP
55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν ⸀δὲ*δὲ WH Treg NA28 ] + καὶ RP οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ⸀ἐντολὰςἐντολὰς WH Treg NA28 ] ἐντολήν RPἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

*11:2 Μαριὰμ WH Treg NA28 ] Μαρία RP

11:9 ὧραί εἰσιν WH Treg NA28 ] εἰσιν ὧραί RP

11:12 αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP

§11:17 ἤδη ἡμέρας WH Treg NA28 ] ἡμέρας ἤδη RP

*11:18 ἡ Treg NA28 RP ] – WH

11:19 πολλοὶ δὲ WH Treg NA28 ] καὶ πολλοὶ RP

11:19 τὴν WH Treg NA28 ] τὰς περὶ RP

§11:19 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP

*11:19 ἀδελφοῦ WH Treg NA28 ] + αὐτῶν RP

11:20 Μαρία Treg RP ] Μαριὰμ WH NA28

11:21 ἡ WH Treg NA28 ] – RP

§11:21 τὸν Treg NA28 RP ] – WH

*11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NA28 ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP

11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NA28 RP

11:24 ἡ WH Treg NA28 ] – RP

§11:28 τοῦτο WH Treg NA28 ] ταῦτα RP

*11:28 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP

11:29 δὲ WH Treg NA28 ] – RP

11:29 ἠγέρθη WH Treg NA28 ] ἐγείρεται RP

§11:29 ἤρχετο WH Treg NA28 ] ἔρχεται RP

*11:30 ἔτι WH Treg NA28 ] – RP

11:31 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP

11:31 δόξαντες WH Treg NA28 ] λέγοντες RP

§11:32 Μαριὰμ WH Treg NA28 ] Μαρία RP

*11:32 ἦν WH Treg NA28 ] + ὁ RP

11:32 πρὸς WH Treg NA28 ] εἰς RP

11:32 μου ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν μου RP

§11:39 τετελευτηκότος WH NA28 ] τελευτηκότος Treg; τεθνηκότος RP

*11:40 ὄψῃ WH Treg NA28 ] ὄψει RP

11:41 λίθον WH Treg NA28 ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP

11:44 ἐξῆλθεν WH Treg NA28 ] Καὶ ἐξῆλθεν RP

§11:44 αὐτοῖς ὁ Ἰησοῦς Treg NA28 RP ] ὁ Ἰησοῦς αὐτοῖς WH

*11:44 αὐτὸν WH Treg NA28 ] – RP

11:45 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP

11:45 ἃ RP NA28 ] ὃ WH Treg

§11:45 ἐποίησεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

*11:46 ἐποίησεν WH Treg NA28 ] + ὁ RP

11:47 ποιεῖ σημεῖα WH Treg NA28 ] σημεῖα ποιεῖ RP

11:50 λογίζεσθε WH Treg NA28 ] διαλογίζεσθε RP

§11:50 ὑμῖν WH Treg NA28 ] ἡμῖν RP

*11:53 ἐβουλεύσαντο WH Treg NA28 ] συνεβουλεύσαντο RP

11:54 Ὁ οὖν Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς οὖν RP

11:54 ἔμεινεν WH Treg NA28 ] διέτριβεν RP

§11:54 μαθητῶν WH Treg NA28 ] + αὐτοῦ RP

*11:57 δὲ WH Treg NA28 ] + καὶ RP

11:57 ἐντολὰς WH Treg NA28 ] ἐντολήν RP