20
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν ⸀καὶ*καὶ WH Treg NA28 ] – RPΣίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς ⸀αὑτοὺςαὑτοὺς WH ] αὐτοὺς Treg NA28; ἑαυτοὺς RPοἱ μαθηταί. 11 Μαρία δὲ εἱστήκει πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσατῷ μνημείῳ ἔξω κλαίουσα WH Treg NA28 ] τὸ μνημεῖον κλαίουσα ἔξω RP. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 ⸀ταῦτα§ταῦτα WH Treg NA28 ] Καὶ ταῦτα RPεἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει ⸀αὐτῇ*αὐτῇ WH Treg NA28 ] + ὁ RPἸησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει ⸀αὐτῇαὐτῇ WH Treg NA28 ] + ὁ RP Ἰησοῦς· ⸀ΜαριάμΜαριάμ WH Treg NA28 ] Μαρία RP στραφεῖσα ἐκείνη λέγει αὐτῷ ⸀Ἑβραϊστί§Ἑβραϊστί WH Treg NA28 ] – RP Ραββουνι (ὃ λέγεται Διδάσκαλε). 17 λέγει ⸀αὐτῇ*αὐτῇ WH Treg NA28 ] + ὁ RP Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν ⸀πατέραπατέρα WH Treg NA28 ] + μου RP πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 ἔρχεται ⸀ΜαριὰμΜαριὰμ WH Treg NA28 ] Μαρία RP ἡ Μαγδαληνὴ ⸀ἀγγέλλουσα§ἀγγέλλουσα WH Treg NA28 ] ἀπαγγέλλουσα RP τοῖς μαθηταῖς ὅτι ⸀Ἑώρακα*Ἑώρακα WH Treg NA28 ] ἑώρακεν RPτὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ. 19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷμιᾷ WH Treg NA28 ] + τῶν RP σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ ⸀μαθηταὶμαθηταὶ WH Treg NA28 ] + συνηγμένοι RPδιὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν§ἔδειξεν NA28 ] + καὶ WH Treg; + αὐτοῖς RP τὰς χεῖρας καὶ τὴν πλευρὰν ⸀αὐτοῖς*αὐτοῖς WH Treg NA28 ] αὐτοῦ RP ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον. 21 εἶπεν οὖν αὐτοῖς ⸂ὁ Ἰησοῦςὁ Ἰησοῦς WH NA28 RP ] – Treg πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ⸀ἀφέωνταιἀφέωνται WH Treg NA28 ] ἀφιένται RPαὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ⸀ἦλθεν§ἦλθεν WH Treg NA28 ] + ὁ RPἸησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω ⸂μου τὴν χεῖρα*μου τὴν χεῖρα WH Treg NA28 ] τὴν χεῖρά μου RP εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετʼ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. 28 ⸀ἀπεκρίθηἀπεκρίθη WH Treg NA28 ] Καὶ ἀπεκρίθη RPΘωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν ⸀μαθητῶνμαθητῶν WH Treg ] + αὐτοῦ NA28 RP ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα ⸀πιστεύητε§πιστεύητε WH ] πιστεύσητε Treg NA28 RPὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

*20:6 καὶ WH Treg NA28 ] – RP

20:10 αὑτοὺς WH ] αὐτοὺς Treg NA28; ἑαυτοὺς RP

20:11 τῷ μνημείῳ ἔξω κλαίουσα WH Treg NA28 ] τὸ μνημεῖον κλαίουσα ἔξω RP

§20:14 ταῦτα WH Treg NA28 ] Καὶ ταῦτα RP

*20:15 αὐτῇ WH Treg NA28 ] + ὁ RP

20:16 αὐτῇ WH Treg NA28 ] + ὁ RP

20:16 Μαριάμ WH Treg NA28 ] Μαρία RP

§20:16 Ἑβραϊστί WH Treg NA28 ] – RP

*20:17 αὐτῇ WH Treg NA28 ] + ὁ RP

20:17 πατέρα WH Treg NA28 ] + μου RP

20:18 Μαριὰμ WH Treg NA28 ] Μαρία RP

§20:18 ἀγγέλλουσα WH Treg NA28 ] ἀπαγγέλλουσα RP

*20:18 Ἑώρακα WH Treg NA28 ] ἑώρακεν RP

20:19 μιᾷ WH Treg NA28 ] + τῶν RP

20:19 μαθηταὶ WH Treg NA28 ] + συνηγμένοι RP

§20:20 ἔδειξεν NA28 ] + καὶ WH Treg; + αὐτοῖς RP

*20:20 αὐτοῖς WH Treg NA28 ] αὐτοῦ RP

20:21 ὁ Ἰησοῦς WH NA28 RP ] – Treg

20:23 ἀφέωνται WH Treg NA28 ] ἀφιένται RP

§20:24 ἦλθεν WH Treg NA28 ] + ὁ RP

*20:25 μου τὴν χεῖρα WH Treg NA28 ] τὴν χεῖρά μου RP

20:28 ἀπεκρίθη WH Treg NA28 ] Καὶ ἀπεκρίθη RP

20:30 μαθητῶν WH Treg ] + αὐτοῦ NA28 RP

§20:31 πιστεύητε WH ] πιστεύσητε Treg NA28 RP