3
Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας ⸀καὶ* καὶ Treg NA28 RP ] – WHλέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ διὰ WH Treg NA28 ] ὑπὸ RPἨσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ ἦν αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἦν RP ἀκρίδες καὶ μέλι ἄγριον. τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ§ ποταμῷ WH Treg NA28 ] – RPὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ* αὐτοῦ Treg NA28 RP ] – WHεἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 ἤδη ⸀δὲ δὲ WH Treg NA28 ] + καὶ RPἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω ὑμᾶς βαπτίζω WH Treg NA28 ] βαπτίζω ὑμᾶς RP ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί§ καὶ πυρί WH Treg NA28 ] – RP· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην* ἀποθήκην WH NA28 RP ] + αὐτοῦ Treg τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. 14 ὁ δὲ ⸀Ἰωάννης Ἰωάννης Treg NA28 RP ] – WHδιεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν πρὸς αὐτόν Treg NA28 RP ] αὐτῷ WH· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 ⸂βαπτισθεὶς δὲ§ βαπτισθεὶς δὲ WH Treg NA28 ] Καὶ βαπτισθεὶς RP ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη* εὐθὺς ἀνέβη WH Treg NA28 ] ἀνέβη εὐθὺς RP ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA28 οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NA28 RP θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν·§ περιστερὰν WH ] + καὶ Treg NA28 RP 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

*3:2 καὶ Treg NA28 RP ] – WH

3:3 διὰ WH Treg NA28 ] ὑπὸ RP

3:4 ἦν αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἦν RP

§3:6 ποταμῷ WH Treg NA28 ] – RP

*3:7 αὐτοῦ Treg NA28 RP ] – WH

3:10 δὲ WH Treg NA28 ] + καὶ RP

3:11 ὑμᾶς βαπτίζω WH Treg NA28 ] βαπτίζω ὑμᾶς RP

§3:11 καὶ πυρί WH Treg NA28 ] – RP

*3:12 ἀποθήκην WH NA28 RP ] + αὐτοῦ Treg

3:14 Ἰωάννης Treg NA28 RP ] – WH

3:15 πρὸς αὐτόν Treg NA28 RP ] αὐτῷ WH

§3:16 βαπτισθεὶς δὲ WH Treg NA28 ] Καὶ βαπτισθεὶς RP

*3:16 εὐθὺς ἀνέβη WH Treg NA28 ] ἀνέβη εὐθὺς RP

3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA28

3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NA28 RP

§3:16 περιστερὰν WH ] + καὶ Treg NA28 RP