10
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς ⸀αὐτοῦ* αὐτοῦ Treg RP ] + καὶ WH NA28 Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ ⸀Θαδδαῖος Θαδδαῖος WH Treg NA28 ] Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος RP Σίμων ὁ ⸀Καναναῖος Καναναῖος WH Treg NA28 ] Κανανίτης RP καὶ Ἰούδας ⸀ὁ§ ὁ WH NA28 ] – Treg RPἸσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, ⸂νεκροὺς ἐγείρετε* νεκροὺς ἐγείρετε WH Treg NA28 ] – RP, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ⸀ῥάβδον ῥάβδον WH Treg NA28 ] ῥάβδους RP ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς ⸀αὐτοῦ αὐτοῦ WH Treg NA28 ] + ἐστιν RP 11 εἰς ἣν δʼ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπʼ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ⸀πρὸς§ πρὸς Treg NA28 RP ] ἐφʼ WHὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς ⸀ἂν* ἂν WH Treg NA28 ] ἐὰν RP μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ⸀ἔξω ἔξω WH Treg NA28 ] – RPτῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. 16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 ὅταν δὲ ⸀παραδῶσιν παραδῶσιν WH Treg NA28 ] παραδιδῶσιν RP ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε§ λαλήσητε WH Treg NA28 ] λαλήσετε RP δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί ⸀λαλήσητε· 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 23 ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ⸀ἑτέραν* ἑτέραν WH Treg NA28 ] ἄλλην RP ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις ⸀τοῦ τοῦ WH RP NA28 ] – Treg NIV Ἰσραὴλ ἕως ⸀ἂν ἂν Treg NA28 RP ] – WHἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ⸀ἐπεκάλεσαν§ ἐπεκάλεσαν WH Treg NA28 ] ἐκάλεσαν RP πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. 26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 καὶ μὴ ⸀φοβεῖσθε* ⸀φοβεῖσθε Treg NA28 RP ] φοβηθῆτε WH ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸁φοβεῖσθε ⸁φοβεῖσθε WH NA28 ] φοβήθητε Treg RP δὲ μᾶλλον τὸν δυνάμενον ⸀καὶ ⸀καὶ WH Treg NA28 ] + τὴν RP ψυχὴν ⸁καὶ§ ⸁καὶ WH Treg NA28 ] + τὸ RPσῶμα ἀπολέσαι ἐν γεέννῃ. 29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31 μὴ οὖν ⸀φοβεῖσθε* φοβεῖσθε WH Treg NA28 ] φοβηθῆτε RP πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. 32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐν NIV RP ] + τοῖς WH Treg NA28ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ⸀ἐν οὐρανοῖς· 33 ὅστις ⸂δʼ ἂν δʼ ἂν NA28 RP ] δὲ WH Treg ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι ⸂κἀγὼ αὐτὸν§ κἀγὼ αὐτὸν WH Treg NA28 ] αὐτὸν κἀγὼ RP ἔμπροσθεν τοῦ πατρός μου τοῦ ⸀ἐν* ἐν NIV RP ] + τοῖς WH Treg NA28οὐρανοῖς. 34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. 35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. 37 ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται. 42 καὶ ὃς ⸀ἂν ἂν WH Treg NA28 ] ἐὰν RPποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

*10:2 αὐτοῦ Treg RP ] + καὶ WH NA28

10:3 Θαδδαῖος WH Treg NA28 ] Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος RP

10:4 Καναναῖος WH Treg NA28 ] Κανανίτης RP

§10:4 ὁ WH NA28 ] – Treg RP

*10:8 νεκροὺς ἐγείρετε WH Treg NA28 ] – RP

10:10 ῥάβδον WH Treg NA28 ] ῥάβδους RP

10:10 αὐτοῦ WH Treg NA28 ] + ἐστιν RP

§10:13 πρὸς Treg NA28 RP ] ἐφʼ WH

*10:14 ἂν WH Treg NA28 ] ἐὰν RP

10:14 ἔξω WH Treg NA28 ] – RP

10:19 παραδῶσιν WH Treg NA28 ] παραδιδῶσιν RP

§10:19 λαλήσητε WH Treg NA28 ] λαλήσετε RP

*10:23 ἑτέραν WH Treg NA28 ] ἄλλην RP

10:23 τοῦ WH RP NA28 ] – Treg NIV

10:23 ἂν Treg NA28 RP ] – WH

§10:25 ἐπεκάλεσαν WH Treg NA28 ] ἐκάλεσαν RP

*10:28 ⸀φοβεῖσθε Treg NA28 RP ] φοβηθῆτε WH

10:28 ⸁φοβεῖσθε WH NA28 ] φοβήθητε Treg RP

10:28 ⸀καὶ WH Treg NA28 ] + τὴν RP

§10:28 ⸁καὶ WH Treg NA28 ] + τὸ RP

*10:31 φοβεῖσθε WH Treg NA28 ] φοβηθῆτε RP

10:32 ἐν NIV RP ] + τοῖς WH Treg NA28

10:33 δʼ ἂν NA28 RP ] δὲ WH Treg

§10:33 κἀγὼ αὐτὸν WH Treg NA28 ] αὐτὸν κἀγὼ RP

*10:33 ἐν NIV RP ] + τοῖς WH Treg NA28

10:42 ἂν WH Treg NA28 ] ἐὰν RP