18
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ ⸀προσκαλεσάμενος* προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RPπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ὃς ⸀ἐὰν ἐὰν WH NA28 RP ] ἂν Treg δέξηται ⸂ἓν παιδίον τοιοῦτο ἓν παιδίον τοιοῦτο WH NA28 ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς§ εἰς RP ] περὶ WH Treg NA28ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη ⸀γὰρ* γὰρ WH Treg NA28 ] + ἐστιν RP ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ⸀ἀνθρώπῳ ἀνθρώπῳ WH Treg NA28 ] + ἐκείνῳ RPδιʼ οὗ τὸ σκάνδαλον ἔρχεται.
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸν αὐτὸν WH Treg NA28 ] αὐτὰ RP καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸂κυλλὸν ἢ χωλόν§ κυλλὸν ἢ χωλόν WH NA28 ] χωλὸν ἢ κυλλόν Treg RP, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς* οὐρανοῖς WH Treg NA28 ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RPδιὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ⸀οὐρανοῖς. 12 τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσει ἀφήσει WH Treg NA28 ] ἀφεὶς RP τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη ⸀καὶ καὶ WH Treg NA28 ] – RPπορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστιν θέλημα ⸀ἔμπροσθεν§ ἔμπροσθεν WH Treg RP NA28 ] – NIV τοῦ πατρὸς ⸀ὑμῶν* ὑμῶν NA28 RP ] μου WH Treg τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸀ἓν ἓν WH Treg NA28 ] εἷς RPτῶν μικρῶν τούτων.
15 Ἐὰν δὲ ἁμαρτήσῃ ⸂εἰς σὲ εἰς σὲ Treg NA28 RP ] – WH ὁ ἀδελφός σου, ⸀ὕπαγε§ ὕπαγε WH Treg NA28 ] + καὶ RPἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα ⸀ἐὰν* ἐὰν WH NA28 RP ] ἂν Treg δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ⸀ἐν ⸀ἐν WH NA28 ] + τῷ Treg RP οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ⸁ἐν ⸁ἐν WH NA28 ] + τῷ Treg RPοὐρανῷ. 19 Πάλιν ⸀ἀμὴν§ ἀμὴν WH Treg RP NA28 ] – NIV λέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν* συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NA28 ] ὑμῶν συμφωνήσωσιν RP ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν ⸂αὐτῷ ὁ Πέτρος εἶπεν αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NA28· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη προσηνέχθη NA28 RP ] προσήχθη WH Treg ⸂αὐτῷ εἷς⸃ ὀφειλέτης μυρίων ταλάντων.§ αὐτῷ εἷς Treg NA28 RP ] εἷς αὐτῷ WH 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ ⸀κύριος* κύριος WH Treg NA28 ] + αὐτοῦ RP πραθῆναι καὶ τὴν ⸀γυναῖκα γυναῖκα WH NA28 ] + αὐτοῦ Treg RP καὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχει ἔχει WH Treg NA28 ] εἶχεν RPκαὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· ⸀Μακροθύμησον§ Μακροθύμησον WH Treg NA28 ] Κύριε Μακροθύμησον RP ἐπʼ ⸀ἐμοί* ἐμοί WH NA28 RP ] ἐμέ Treg καὶ πάντα ⸂ἀποδώσω σοι ἀποδώσω σοι WH Treg NA28 ] σοι ἀποδώσω RP. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ⸀Ἀπόδος Ἀπόδος WH Treg NA28 ] + μοι RPεἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος ⸀αὐτοῦ§ αὐτοῦ WH Treg NA28 ] + εἰς τοὺς πόδας αὐτοῦ RP παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπʼ ⸀ἐμοί* ἐμοί WH NA28 RP ] ἐμέ Treg καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸀οὗ οὗ RP ] – WH Treg NA28ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες ⸀οὖν οὖν WH Treg NA28 ] δὲ RPοἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ⸀ὀφειλόμενον§ ὀφειλόμενον WH Treg NA28 ] + αὐτῷ RP 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιος* οὐράνιος WH Treg NA28 ] ἐπουράνιος RP ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ⸀ὑμῶν ὑμῶν WH Treg NA28 ] + τὰ παραπτώματα αὐτῶν RP

*18:2 προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

18:5 ἐὰν WH NA28 RP ] ἂν Treg

18:5 ἓν παιδίον τοιοῦτο WH NA28 ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP

§18:6 εἰς RP ] περὶ WH Treg NA28

*18:7 γὰρ WH Treg NA28 ] + ἐστιν RP

18:7 ἀνθρώπῳ WH Treg NA28 ] + ἐκείνῳ RP

18:8 αὐτὸν WH Treg NA28 ] αὐτὰ RP

§18:8 κυλλὸν ἢ χωλόν WH NA28 ] χωλὸν ἢ κυλλόν Treg RP

*18:10 οὐρανοῖς WH Treg NA28 ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RP

18:12 ἀφήσει WH Treg NA28 ] ἀφεὶς RP

18:12 καὶ WH Treg NA28 ] – RP

§18:14 ἔμπροσθεν WH Treg RP NA28 ] – NIV

*18:14 ὑμῶν NA28 RP ] μου WH Treg

18:14 ἓν WH Treg NA28 ] εἷς RP

18:15 εἰς σὲ Treg NA28 RP ] – WH

§18:15 ὕπαγε WH Treg NA28 ] + καὶ RP

*18:18 ἐὰν WH NA28 RP ] ἂν Treg

18:18 ⸀ἐν WH NA28 ] + τῷ Treg RP

18:18 ⸁ἐν WH NA28 ] + τῷ Treg RP

§18:19 ἀμὴν WH Treg RP NA28 ] – NIV

*18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NA28 ] ὑμῶν συμφωνήσωσιν RP

18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NA28

18:24 προσηνέχθη NA28 RP ] προσήχθη WH Treg

§18:24 αὐτῷ εἷς Treg NA28 RP ] εἷς αὐτῷ WH

*18:25 κύριος WH Treg NA28 ] + αὐτοῦ RP

18:25 γυναῖκα WH NA28 ] + αὐτοῦ Treg RP

18:25 ἔχει WH Treg NA28 ] εἶχεν RP

§18:26 Μακροθύμησον WH Treg NA28 ] Κύριε Μακροθύμησον RP

*18:26 ἐμοί WH NA28 RP ] ἐμέ Treg

18:26 ἀποδώσω σοι WH Treg NA28 ] σοι ἀποδώσω RP

18:28 Ἀπόδος WH Treg NA28 ] + μοι RP

§18:29 αὐτοῦ WH Treg NA28 ] + εἰς τοὺς πόδας αὐτοῦ RP

*18:29 ἐμοί WH NA28 RP ] ἐμέ Treg

18:30 οὗ RP ] – WH Treg NA28

18:31 οὖν WH Treg NA28 ] δὲ RP

§18:34 ὀφειλόμενον WH Treg NA28 ] + αὐτῷ RP

*18:35 οὐράνιος WH Treg NA28 ] ἐπουράνιος RP

18:35 ὑμῶν WH Treg NA28 ] + τὰ παραπτώματα αὐτῶν RP