16
Καὶ διαγενομένου τοῦ σαββάτου ⸀Μαρία*Μαρία Treg NA28 RP ] ἡ Μαρία WH ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ τοῦἡ τοῦ WH Treg NA28 ] – RP Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ ⸂τῇ μιᾷ τῶντῇ μιᾷ τῶν WH NA28 ] μιᾷ τῶν Treg; τῆς μιᾶς RP σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ⸀ἐκ§ἐκ WH NA28 RP ] ἀπὸ Tregτῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ⸀ἀποκεκύλισται*ἀποκεκύλισται NA28 RP ] ἀνακεκύλισται WH Tregὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν· ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν ⸀γὰρ⸀γὰρ WH Treg NA28 ] δὲ RP αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο ⸁γάρ⸁γάρ WH NA28 ] + 9–20 Treg RP; + Intermediate ending and 9–20 NIV. ⟦Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν διʼ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.⟧ §παρʼ ⟦WH⟧ Treg NA28 ] ἀφʼ RPἈναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ⸀παρʼ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετʼ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν· 11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπʼ αὐτῆς ἠπίστησαν. 12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν· 13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. 14 *δὲ ⟦WH⟧ Treg NA28 ] – RP στερον ⸀δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ⸀ἐγηγερμένονἐγηγερμένον Treg NA28 RP ] + ἐκ νεκρῶν ⟦WH⟧οὐκ ἐπίστευσαν. 15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17 σημεῖα δὲ τοῖς πιστεύσασιν ⸂ταῦτα παρακολουθήσειταῦτα παρακολουθήσει NA28 RP ] ἀκολουθήσει ταῦτα ⟦WH⟧ Treg , ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν ⸀καιναῖς§καιναῖς NA28 RP ] – ⟦WH⟧ Treg 18 ⸀ὄφεις*ὄφεις RP ] καὶ ἐν ταῖς χερσὶν ὄφεις ⟦WH⟧ Treg NA28ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν. 19 Ἰησοῦς ⟦WH⟧ Treg NA28 ] –RPμὲν οὖν κύριος ⸀Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. 20 σημείων ⟦WH⟧ Treg NA28 ] + Ἀμήν RPκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων ⸀σημείων.⟧ ‘/book’

*16:1 Μαρία Treg NA28 RP ] ἡ Μαρία WH

16:1 ἡ τοῦ WH Treg NA28 ] – RP

16:2 τῇ μιᾷ τῶν WH NA28 ] μιᾷ τῶν Treg; τῆς μιᾶς RP

§16:3 ἐκ WH NA28 RP ] ἀπὸ Treg

*16:4 ἀποκεκύλισται NA28 RP ] ἀνακεκύλισται WH Treg

16:8 ⸀γὰρ WH Treg NA28 ] δὲ RP

16:8 ⸁γάρ WH NA28 ] + 9–20 Treg RP; + Intermediate ending and 9–20 NIV.

§16:9 παρʼ ⟦WH⟧ Treg NA28 ] ἀφʼ RP

*16:14 δὲ ⟦WH⟧ Treg NA28 ] – RP

16:14 ἐγηγερμένον Treg NA28 RP ] + ἐκ νεκρῶν ⟦WH⟧

16:17 ταῦτα παρακολουθήσει NA28 RP ] ἀκολουθήσει ταῦτα ⟦WH⟧ Treg

§16:17 καιναῖς NA28 RP ] – ⟦WH⟧ Treg

*16:18 ὄφεις RP ] καὶ ἐν ταῖς χερσὶν ὄφεις ⟦WH⟧ Treg NA28

16:19 Ἰησοῦς ⟦WH⟧ Treg NA28 ] –RP

16:20 σημείων ⟦WH⟧ Treg NA28 ] + Ἀμήν RP