ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
1
Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν καὶ Ἀπφίᾳ τῇ ⸀ἀδελφῇ*ἀδελφῇ WH Treg NA28 ] ἀγαπητῇ RPκαὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις ⸀πρὸςπρὸς NA28 RP ] εἰς WH Tregτὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ ⸀τοῦτοῦ WH NA28 RP ] – Treg ἐν ἡμῖν εἰς ⸀Χριστόν§Χριστόν WH Treg NA28 ] + Ἰησοῦν RP ⸀χαρὰν*χαρὰν WH Treg NA28 ] Χάριν RP γὰρ ⸂πολλὴν ἔσχονπολλὴν ἔσχον WH Treg NA28 ] ἔχομεν πολλὴν RP καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ ἸησοῦΧριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς§δεσμοῖς WH Treg NA28 ] + μου RPὈνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ*δὲ WH Treg RP ] + καὶ NA28σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12 ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνασοι αὐτόν … σπλάγχνα WH Treg NA28 ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇμοι διακονῇ WH Treg NA28 ] διακονῇ μοι RP ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον· 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ⸀ἐλλόγα§ἐλλόγα WH Treg NA28 ] ἐλλόγει RP 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ*Χριστῷ WH Treg NA28 ] κυρίῳ RP 21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ⸀ἃἃ WH Treg NA28 ] ὃ RPλέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23 ⸀ἈσπάζεταίἈσπάζεταί WH Treg NA28 ] Ἀσπάζονταί RPσε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 Ἡ χάρις τοῦ ⸀κυρίου§κυρίου WH NA28 ] + ἡμῶν Treg RP Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν*ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*1:2 ἀδελφῇ WH Treg NA28 ] ἀγαπητῇ RP

1:5 πρὸς NA28 RP ] εἰς WH Treg

1:6 τοῦ WH NA28 RP ] – Treg

§1:6 Χριστόν WH Treg NA28 ] + Ἰησοῦν RP

*1:7 χαρὰν WH Treg NA28 ] Χάριν RP

1:7 πολλὴν ἔσχον WH Treg NA28 ] ἔχομεν πολλὴν RP

1:9 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP

§1:10 δεσμοῖς WH Treg NA28 ] + μου RP

*1:11 δὲ WH Treg RP ] + καὶ NA28

1:12 σοι αὐτόν … σπλάγχνα WH Treg NA28 ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP

1:13 μοι διακονῇ WH Treg NA28 ] διακονῇ μοι RP

§1:18 ἐλλόγα WH Treg NA28 ] ἐλλόγει RP

*1:20 Χριστῷ WH Treg NA28 ] κυρίῳ RP

1:21 ἃ WH Treg NA28 ] ὃ RP

1:23 Ἀσπάζεταί WH Treg NA28 ] Ἀσπάζονταί RP

§1:25 κυρίου WH NA28 ] + ἡμῶν Treg RP

*1:25 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP