9
Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου ⸀μεγάλης*μεγάλης WH Treg NA28 ] καιομένης RP καὶ ⸀ἐσκοτώθηἐσκοτώθη WH NA28 ] ἐσκοτίσθη Treg RPὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ⸀ἀδικήσουσινἀδικήσουσιν WH NA28 ] ἀδικήσωσιν Treg RP τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν ⸀μετώπων§μετώπων WH Treg NA28 ] + αὐτῶν RP καὶ ἐδόθη ⸀αὐτοῖς*αὐτοῖς Treg NA28 ] αὐταῖς WH RP ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλʼ ἵνα ⸀βασανισθήσονταιβασανισθήσονται WH Treg NA28 ] βασανισθῶσιν RPμῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ ⸀φεύγειφεύγει WH Treg NA28 ] φεύξεται RP ⸂ὁ θάνατος ἀπʼ αὐτῶν§ὁ θάνατος ἀπʼ αὐτῶν WH Treg NA28 ] ἀπʼ αὐτῶν ὁ θάνατος RP.
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ⸂ὅμοιοι χρυσῷ*ὅμοιοι χρυσῷ WH Treg NA28 ] χρυσοῖ RP, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ⸂ἡ ἐξουσία αὐτῶνἡ ἐξουσία αὐτῶν WH Treg NA28 ] ἐξουσίαν ἔχουσιν τοῦ RP ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 ⸂ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸνἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν WH Treg NA28 ] Ἔχουσαι βασιλέα ἐπʼ αὐτῶν RP ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ⸂καὶ ἐν§καὶ ἐν WH Treg NA28 ] ἐν δὲ RP τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ ⸀τῶν*τῶν WH Treg NIV ] + τεσσάρων RP NA28κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 ⸀λέγονταλέγοντα WH Treg NA28 ] λέγουσαν RPτῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶκαὶ WH Treg NA28 ] + εἰς τὴν RPἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν ⸀καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ⸀ἱππικοῦ§ἱππικοῦ WH Treg NA28 ] ἵππου RP ⸀δισμυριάδες*δισμυριάδες WH NA28 ] δύο μυριάδες Treg; μυριάδες RPμυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ⸀ἐκἐκ WH Treg NA28 ] ἀπὸ RPτοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸀ὄφεσινὄφεσιν WH Treg NA28 ] ὄφεων RP ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸀οὐδὲ§οὐδὲ NA28 ] οὐ WH RP; οὔτε Treg μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸀προσκυνήσουσιν*προσκυνήσουσιν WH Treg NA28 ] προσκυνήσωσιν RP τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ⸀δύνανταιδύνανται WH Treg NA28 ] δύναται RPοὔτε ἀκούειν οὔτε περιπατεῖν, 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν ⸀φαρμάκωνφαρμάκων WH NA28 ] φαρμακειῶν Treg RPαὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

*9:2 μεγάλης WH Treg NA28 ] καιομένης RP

9:2 ἐσκοτώθη WH NA28 ] ἐσκοτίσθη Treg RP

9:4 ἀδικήσουσιν WH NA28 ] ἀδικήσωσιν Treg RP

§9:4 μετώπων WH Treg NA28 ] + αὐτῶν RP

*9:5 αὐτοῖς Treg NA28 ] αὐταῖς WH RP

9:5 βασανισθήσονται WH Treg NA28 ] βασανισθῶσιν RP

9:6 φεύγει WH Treg NA28 ] φεύξεται RP

§9:6 ὁ θάνατος ἀπʼ αὐτῶν WH Treg NA28 ] ἀπʼ αὐτῶν ὁ θάνατος RP

*9:7 ὅμοιοι χρυσῷ WH Treg NA28 ] χρυσοῖ RP

9:10 ἡ ἐξουσία αὐτῶν WH Treg NA28 ] ἐξουσίαν ἔχουσιν τοῦ RP

9:11 ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν WH Treg NA28 ] Ἔχουσαι βασιλέα ἐπʼ αὐτῶν RP

§9:11 καὶ ἐν WH Treg NA28 ] ἐν δὲ RP

*9:13 τῶν WH Treg NIV ] + τεσσάρων RP NA28

9:14 λέγοντα WH Treg NA28 ] λέγουσαν RP

9:15 καὶ WH Treg NA28 ] + εἰς τὴν RP

§9:16 ἱππικοῦ WH Treg NA28 ] ἵππου RP

*9:16 δισμυριάδες WH NA28 ] δύο μυριάδες Treg; μυριάδες RP

9:18 ἐκ WH Treg NA28 ] ἀπὸ RP

9:19 ὄφεσιν WH Treg NA28 ] ὄφεων RP

§9:20 οὐδὲ NA28 ] οὐ WH RP; οὔτε Treg

*9:20 προσκυνήσουσιν WH Treg NA28 ] προσκυνήσωσιν RP

9:20 δύνανται WH Treg NA28 ] δύναται RP

9:21 φαρμάκων WH NA28 ] φαρμακειῶν Treg RP