4
Τί οὖν ἐροῦμεν ⸀εὑρηκέναι*εὑρηκέναι Treg NA28 ] – WH RP Ἀβραὰμ τὸν ⸀προπάτοραπροπάτορα WH Treg NA28 ] πατέρα RP ⸀ἡμῶνἡμῶν WH Treg NA28 ] + εὑρηκέναι RPκατὰ σάρκα; εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλʼ οὐ ⸀πρὸς§πρὸς WH Treg NA28 ] + τὸν RPθεόν, τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, μακάριος ἀνὴρ ⸀οὗ*οὗ WH Treg NA28 ] ᾧ RPοὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.
Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν ⸀γάργάρ WH Treg NA28 ] + ὅτι RP Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. 10 πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλʼ ἐν ἀκροβυστίᾳ· 11 καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διʼ ἀκροβυστίας, εἰς τὸ ⸀λογισθῆναιλογισθῆναι WH Treg NIV ] + καὶ RP NA28αὐτοῖς τὴν δικαιοσύνην, 12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ⸂ἐν ἀκροβυστίᾳ πίστεως§ἐν ἀκροβυστίᾳ πίστεως WH Treg NA28 ] πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ RP τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν ⸀εἶναι*εἶναι WH Treg NA28 ] + τοῦ RPκόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως· 14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· 15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, οὗ ⸀δὲδὲ WH Treg NA28 ] γὰρ RPοὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ (ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, 17 καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· 18 ὃς παρʼ ἐλπίδα ἐπʼ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου· 19 καὶ μὴ ἀσθενήσας τῇ ⸀πίστειπίστει WH Treg NA28 ] + οὐ RP κατενόησεν τὸ ἑαυτοῦ ⸀σῶμα§σῶμα Holmes WHmarg ] + ἤδη WH Treg NA28 RPνενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας, 20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλὰ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ 21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι. 22 ⸀διὸ*διὸ Holmes WHmarg ] + καὶ WH Treg NA28 RPἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 23 Οὐκ ἐγράφη δὲ διʼ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, 24 ἀλλὰ καὶ διʼ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν, 25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

*4:1 εὑρηκέναι Treg NA28 ] – WH RP

4:1 προπάτορα WH Treg NA28 ] πατέρα RP

4:1 ἡμῶν WH Treg NA28 ] + εὑρηκέναι RP

§4:2 πρὸς WH Treg NA28 ] + τὸν RP

*4:8 οὗ WH Treg NA28 ] ᾧ RP

4:9 γάρ WH Treg NA28 ] + ὅτι RP

4:11 λογισθῆναι WH Treg NIV ] + καὶ RP NA28

§4:12 ἐν ἀκροβυστίᾳ πίστεως WH Treg NA28 ] πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ RP

*4:13 εἶναι WH Treg NA28 ] + τοῦ RP

4:15 δὲ WH Treg NA28 ] γὰρ RP

4:19 πίστει WH Treg NA28 ] + οὐ RP

§4:19 σῶμα Holmes WHmarg ] + ἤδη WH Treg NA28 RP

*4:22 διὸ Holmes WHmarg ] + καὶ WH Treg NA28 RP