9
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· ηὐχόμην γὰρ ⸂ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ*ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ WH Treg NA28 ] αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι RP ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλʼ· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τοῦτʼ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ ⸀φαῦλονφαῦλον WH Treg NA28 ] κακόν RP ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, 12 οὐκ ἐξ ἔργων ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· 13 ⸀καθὼςκαθὼς Treg NA28 RP ] καθάπερ WHγέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο· 15 τῷ ⸂Μωϋσεῖ γὰρ§Μωϋσεῖ γὰρ WH Treg NA28 ] γὰρ Μωϋσεῖ RP λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. 17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
19 Ἐρεῖς ⸂μοι οὖν*μοι οὖν WH Treg NA28 ] οὖν μοι RP · Τί ⸀οὖνοὖν NA28 ] – WH Treg RPἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20 ⸂ὦ ἄνθρωπε, μενοῦνγε⸃ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως;ὦ ἄνθρωπε μενοῦνγε WH Treg NA28 ] Μενοῦνγε ὦ ἄνθρωπε RP 21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; 22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23 ⸀καὶ§καὶ Treg NA28 RP ] – WHἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;— 25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη ⸀αὐτοῖς*αὐτοῖς WH NA28 RP ] – Treg Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ⸀ὑπόλειμμαὑπόλειμμα WH Treg NA28 ] κατάλειμμα RPσωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ ⸀συντέμνωνσυντέμνων WH Treg NA28 ] + ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον RPποιήσει κύριος ἐπὶ τῆς γῆς. 29 καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δὲ διώκων νόμον§νόμον WH Treg NA28 ] + δικαιοσύνης RPδικαιοσύνης εἰς ⸀νόμον οὐκ ἔφθασεν. 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ⸀ἔργων*ἔργων WH Treg NA28 ] + νόμου RP ⸀προσέκοψανπροσέκοψαν WH Treg NA28 ] + γὰρ RPτῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶκαὶ WH Treg NA28 ] + πᾶς RPπέτραν σκανδάλου, ⸀καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.

*9:3 ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ WH Treg NA28 ] αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι RP

9:11 φαῦλον WH Treg NA28 ] κακόν RP

9:13 καθὼς Treg NA28 RP ] καθάπερ WH

§9:15 Μωϋσεῖ γὰρ WH Treg NA28 ] γὰρ Μωϋσεῖ RP

*9:19 μοι οὖν WH Treg NA28 ] οὖν μοι RP

9:19 οὖν NA28 ] – WH Treg RP

9:20 ὦ ἄνθρωπε μενοῦνγε WH Treg NA28 ] Μενοῦνγε ὦ ἄνθρωπε RP

§9:23 καὶ Treg NA28 RP ] – WH

*9:26 αὐτοῖς WH NA28 RP ] – Treg

9:27 ὑπόλειμμα WH Treg NA28 ] κατάλειμμα RP

9:28 συντέμνων WH Treg NA28 ] + ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον RP

§9:31 νόμον WH Treg NA28 ] + δικαιοσύνης RP

*9:32 ἔργων WH Treg NA28 ] + νόμου RP

9:32 προσέκοψαν WH Treg NA28 ] + γὰρ RP

9:33 καὶ WH Treg NA28 ] + πᾶς RP