3
1 Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, 2 καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ *⸂ διάκονον τοῦ θεοῦ καὶ συνεργὸν ἡμῶν RP f 35 TR ¦ διάκονον τοῦ θεοῦ TNT2 WH ¦ συνεργὸν τοῦ θεοῦ NA NIV SBL Ead ⸂διάκονον τοῦ θεοῦ καὶ συνεργὸν ἡμῶν⸃ ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ, εἰς τὸ *⸂2 στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς RP f 35 TR ¦ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι TNT2 WH NA NIV SBL Ead ⸂2στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς⸃ *⸂3 περὶ RP f 35 TR ¦ ὑπὲρ TNT2 WH NA NIV SBL Ead ⸂3περὶ⸃ τῆς πίστεως ὑμῶν, 3 *⸂ τὸ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR ⸂τὸ⸃ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. 4 Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 5 Διὰ τοῦτο κἀγώ, μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. 6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· 7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ *⸉ τῇ θλίψει καὶ ἀνάγκῃ RP f 35 TR ¦ τῇ ἀνάγκῃ καὶ θλίψει TNT2 WH NA NIV SBL Ead ⸉τῇ θλίψει καὶ ἀνάγκῃ⸊ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· 8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς *⸂ στήκετε RP TNT2 WH NA NIV SBL ¦ στήκητε f 35 TR ⸂στήκετε⸃ ἐν κυρίῳ. 9 Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν, 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν, καὶ *⸂ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός RP f 35 TR ¦ ὁ κύριος ἡμῶν Ἰησοῦς TNT2 WH NA NIV SBL Ead ⸂ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός,⸃ κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 12 ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ *⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ TNT2 WH NA NIV SBL Ead ⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ⸃ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. *⸆ – RP f 35 TR TNT2 WH NA25 NIV SBL Ead ¦ Ἀμήν. NA27+28 ⸆
*3:2 ⸂ διάκονον τοῦ θεοῦ καὶ συνεργὸν ἡμῶν RP f 35 TR ¦ διάκονον τοῦ θεοῦ TNT2 WH ¦ συνεργὸν τοῦ θεοῦ NA NIV SBL Ead
*3:2 ⸂2 στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς RP f 35 TR ¦ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι TNT2 WH NA NIV SBL Ead
*3:2 ⸂3 περὶ RP f 35 TR ¦ ὑπὲρ TNT2 WH NA NIV SBL Ead
*3:3 ⸂ τὸ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR
*3:7 ⸉ τῇ θλίψει καὶ ἀνάγκῃ RP f 35 TR ¦ τῇ ἀνάγκῃ καὶ θλίψει TNT2 WH NA NIV SBL Ead
*3:8 ⸂ στήκετε RP TNT2 WH NA NIV SBL ¦ στήκητε f 35 TR
*3:11 ⸂ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός RP f 35 TR ¦ ὁ κύριος ἡμῶν Ἰησοῦς TNT2 WH NA NIV SBL Ead
*3:13 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ TNT2 WH NA NIV SBL Ead
*3:13 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV SBL Ead ¦ Ἀμήν. NA27+28