5
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι *⸋ ἡ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ἡ⸌ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· ὅταν *⸋ γὰρ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋γὰρ⸌ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· πάντες *⸆ – RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead ⸆ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· ἄρα οὖν μὴ καθεύδωμεν ὡς *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋καὶ⸌ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν, ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, 10 τοῦ ἀποθανόντος *⸂ ὑπὲρ RP f35 TR NA27+28 NIV Ead ¦ περὶ TNT2 WH NA25 SBL ⸂ὑπὲρ⸃ ἡμῶν, ἵνα, *2 εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν RP TR TNT2 WH NA NIV SBL Ead ¦ εἴτε γρηγοροῦμεν εἴτε καθεύδομεν f35 2εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν,⸃ ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, 13 καὶ ἡγεῖσθαι αὐτοὺς *⸂ ὑπερεκπερισσοῦ RP f35 TR WH NA27+28 NIV SBL ¦ ὑπερεκπερισσῶς TNT2 NA25 Ead ⸂ὑπερεκπερισσοῦ⸃ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν *2 ἑαυτοῖς RP f35 TR WH NA NIV SBL Ead ¦ αὐτοῖς TNT2 2ἑαυτοῖς.⸃ 14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15 Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινὶ ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε *⸋ καὶ RP f35 TR NA27+28 NIV73 Ead ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋καὶ⸌ εἰς ἀλλήλους καὶ εἰς πάντας. 16 Πάντοτε χαίρετε· 17 ἀδιαλείπτως προσεύχεσθε· 18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19 Τὸ πνεῦμα μὴ σβέννυτε· 20 προφητείας μὴ ἐξουθενεῖτε· 21 πάντα *⸋ δὲ RP f35 TNT2 WH NA NIV SBL Ead ¦ – TR ⸋δὲ⸌ δοκιμάζετε· τὸ καλὸν κατέχετε· 22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τηρηθείη. 24 Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Ἀδελφοί, προσεύχεσθε *⸆ – RP f35 TR TNT2 NIV11 SBL Ead ¦ καὶ WH NA NIV73 ⸆ περὶ ἡμῶν.
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 *⸂ Ὁρκίζω RP f35 TR ¦ Ἐνορκίζω TNT2 WH NA NIV SBL Ead ⸂Ὁρκίζω⸃ ὑμᾶς τὸν κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς *⸋ ἁγίοις RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ἁγίοις⸌ ἀδελφοῖς.
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν. *⸋ Ἀμήν. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋Ἀμήν.⸌

*5:2 ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*5:3 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*5:5 ⸆ – RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead

*5:6 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*5:10 ⸂ ὑπὲρ RP f 35 TR NA27+28 NIV Ead ¦ περὶ TNT2 WH NA25 SBL

*5:10 ⸂2 εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν RP TR TNT2 WH NA NIV SBL Ead ¦ εἴτε γρηγοροῦμεν εἴτε καθεύδομεν f 35

*5:13 ⸂ ὑπερεκπερισσοῦ RP f 35 TR WH NA27+28 NIV SBL ¦ ὑπερεκπερισσῶς TNT2 NA25 Ead

*5:13 ⸂2 ἑαυτοῖς RP f 35 TR WH NA NIV SBL Ead ¦ αὐτοῖς TNT2

*5:15 ⸋ καὶ RP f 35 TR NA27+28 NIV73 Ead ¦ – TNT2 WH NA25 NIV11 SBL

*5:21 ⸋ δὲ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR

*5:25 ⸆ – RP f 35 TR TNT2 NIV11 SBL Ead ¦ καὶ WH NA NIV73

*5:27 ⸂ Ὁρκίζω RP f 35 TR ¦ Ἐνορκίζω TNT2 WH NA NIV SBL Ead

*5:27 ⸋ ἁγίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*5:28 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead