ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
1
Παῦλος ἀπόστολος *⸂ Ἰησοῦ χριστοῦ … κυρίου Ἰησοῦ χριστοῦ RP f35 TR ¦ χριστοῦ Ἰησοῦ … χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸂Ἰησοῦ χριστοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν, καὶ κυρίου Ἰησοῦ χριστοῦ⸃ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ *⸂ θεοῦ πατρὸς ἡμῶν RP f35 TR ¦ θεοῦ πατρὸς TNT2 WH NA NIV SBL ⸂θεοῦ πατρὸς ἡμῶν⸃ καὶ χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες *⸂ ζητήσεις RP f35 TR ¦ ἐκζητήσεις TNT2 WH NA NIV SBL ⸂ζητήσεις⸃ παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινὲς ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, 10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12 *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, 13 *⸂ τὸν RP f35 TR ¦ τὸ TNT2 WH NA NIV SBL ⸂τὸν⸃ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν χριστῷ Ἰησοῦ. 15 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται *⸉ Ἰησοῦς χριστὸς RP f35 TR NA25 ¦ χριστὸς Ἰησοῦς TNT2 WH NA27+28 NIV SBL ⸉Ἰησοῦς χριστὸς⸊ τὴν *⸂ πᾶσαν RP f35 TR ¦ ἅπασαν TNT2 WH NA NIV SBL ⸂πᾶσαν⸃ μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ *⸋ σοφῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋σοφῷ⸌ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπί σε προφητείας, ἵνα *⸂ στρατεύῃ RP f35 TR WH NA NIV SBL ¦ στρατεύσῃ TNT2 ⸂στρατεύῃ⸃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· 20 ὧν ἐστὶν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.

*1:1 ⸂ Ἰησοῦ χριστοῦ … κυρίου Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ … χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL

*1:2 ⸂ θεοῦ πατρὸς ἡμῶν RP f 35 TR ¦ θεοῦ πατρὸς TNT2 WH NA NIV SBL

*1:4 ⸂ ζητήσεις RP f 35 TR ¦ ἐκζητήσεις TNT2 WH NA NIV SBL

*1:12 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:13 ⸂ τὸν RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL

*1:16 ⸉ Ἰησοῦς χριστὸς RP f 35 TR NA25 ¦ χριστὸς Ἰησοῦς TNT2 WH NA27+28 NIV SBL

*1:16 ⸂ πᾶσαν RP f 35 TR ¦ ἅπασαν TNT2 WH NA NIV SBL

*1:17 ⸋ σοφῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:18 ⸂ στρατεύῃ RP f 35 TR WH NA NIV SBL ¦ στρατεύσῃ TNT2