7
Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. *⸉ Οὐ πρὸς κατάκρισιν RP f35 TR ¦ Πρὸς κατάκρισιν οὐ TNT2 WH NA NIV SBL ⸉Οὐ πρὸς κατάκρισιν⸊ λέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστὲ εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν *⸂ ἔσχηκεν RP f35 TR WH NA NIV SBL ¦ ἔσχεν TNT2 ⸂ἔσχηκεν⸃ ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ θεός, ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω *⸋ γὰρ RP f35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋γὰρ⸌ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 Ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον *⸂ κατεργάζεται … κατεργάζεται RP f35 TR ¦ ἐργάζεται … κατεργάζεται TNT2 WH NA NIV SBL ⸂κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.⸃ 11 Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ θεὸν λυπηθῆναι *⸋ ὑμᾶς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμᾶς,⸌ πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι *2 ἐν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ἐν⸌ τῷ πράγματι. 12 Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, *⸂ οὐχ εἵνεκεν … οὐδὲ εἵνεκεν … ἀλλ᾽ εἵνεκεν RP f35 TR ¦ οὐχ ἕνεκεν … οὐδὲ ἕνεκεν … ἀλλὰ ἕνεκεν TNT2 ¦ οὐχ ἕνεκεν … ἀλλ᾽ οὐδὲ ἕνεκεν … ἀλλ᾽ ἕνεκεν WH ¦ οὐχ ἕνεκεν … οὐδὲ ἕνεκεν … ἀλλ᾽ ἕνεκεν NA NIV SBL ⸂οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ εἵνεκεν⸃ τοῦ φανερωθῆναι τὴν σπουδὴν *⸉ ὑμῶν τὴν ὑπὲρ ἡμῶν RP f35 TNT2 WH NA NIV SBL ¦ ἡμῶν τὴν ὑπὲρ ὑμῶν TR ⸉ὑμῶν τὴν ὑπὲρ ἡμῶν⸊ πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. 13 *⸂ Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον RP ¦ Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν. Περισσοτέρως δὲ μᾶλλον f35 TR ¦ Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον TNT2 WH NA NIV SBL ⸂Διὰ τοῦτο παρακεκλήμεθα.
Ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον⸃ ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. 14 Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν *⸋ ἡ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ἡ⸌ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστίν, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.

*7:3 ⸉ Οὐ πρὸς κατάκρισιν RP f 35 TR ¦ Πρὸς κατάκρισιν οὐ TNT2 WH NA NIV SBL

*7:5 ⸂ ἔσχηκεν RP f 35 TR WH NA NIV SBL ¦ ἔσχεν TNT2

*7:8 ⸋ γὰρ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*7:10 ⸂ κατεργάζεται … κατεργάζεται RP f 35 TR ¦ ἐργάζεται … κατεργάζεται TNT2 WH NA NIV SBL

*7:11 ⸋ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:11 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:12 ⸂ οὐχ εἵνεκεν … οὐδὲ εἵνεκεν … ἀλλ᾽ εἵνεκεν RP f 35 TR ¦ οὐχ ἕνεκεν … οὐδὲ ἕνεκεν … ἀλλὰ ἕνεκεν TNT2 ¦ οὐχ ἕνεκεν … ἀλλ᾽ οὐδὲ ἕνεκεν … ἀλλ᾽ ἕνεκεν WH ¦ οὐχ ἕνεκεν … οὐδὲ ἕνεκεν … ἀλλ᾽ ἕνεκεν NA NIV SBL

*7:12 ⸉ ὑμῶν τὴν ὑπὲρ ἡμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμῶν τὴν ὑπὲρ ὑμῶν TR

*7:13 ⸂ Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον RP ¦ Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν. Περισσοτέρως δὲ μᾶλλον f 35 TR ¦ Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον TNT2 WH NA NIV SBL

*7:14 ⸋ ἡ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25