10
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα— τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν *⸂ ἀφ᾽ RP f35 TR ¦ ἐφ᾽ TNT2 WH NA NIV SBL ⸂ἀφ᾽⸃ ἑαυτοῦ, ὅτι *2 καθὼς αὐτὸς χριστοῦ, οὕτω(ς) καὶ ἡμεῖς χριστοῦ. RP f35 TR ¦ καθὼς αὐτὸς χριστοῦ, οὕτως καὶ ἡμεῖς. TNT2 WH NA NIV SBL 2καθὼς αὐτὸς χριστοῦ, οὕτως καὶ ἡμεῖς χριστοῦ.⸃ Ἐάν *⸋ τε RP f35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋τε⸌ γὰρ *2 καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2καὶ⸌ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν—ἧς ἔδωκεν ὁ κύριος *3 ἡμῖν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 3ἡμῖν⸌ εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν—οὐκ αἰσχυνθήσομαι· ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10 Ὅτι, Αἱ *⸉ μὲν ἐπιστολαί RP f35 TR ¦ ἐπιστολαί μὲν TNT2 WH NA NIV SBL ⸉μὲν ἐπιστολαί,⸊ φησίν, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος. 11 Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. 12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν. 13 Ἡμεῖς δὲ *⸂ οὐχὶ RP f35 TR ¦ οὐκ TNT2 WH NA NIV SBL ⸂οὐχὶ⸃ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14 Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ· 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17 Ὁ δὲ καυχώμενος, ἐν κυρίῳ καυχάσθω. 18 Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλ᾽ ὃν ὁ κύριος συνίστησιν.

*10:7 ⸂ ἀφ᾽ RP f 35 TR ¦ ἐφ᾽ TNT2 WH NA NIV SBL

*10:7 ⸂2 καθὼς αὐτὸς χριστοῦ, οὕτω(ς) καὶ ἡμεῖς χριστοῦ. RP f 35 TR ¦ καθὼς αὐτὸς χριστοῦ, οὕτως καὶ ἡμεῖς. TNT2 WH NA NIV SBL

*10:8 ⸋ τε RP f 35 TR WH NA NIV SBL ¦ – TNT2

*10:8 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:8 ⸋3 ἡμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:10 ⸉ μὲν ἐπιστολαί RP f 35 TR ¦ ἐπιστολαί μὲν TNT2 WH NA NIV SBL

*10:13 ⸂ οὐχὶ RP f 35 TR ¦ οὐκ TNT2 WH NA NIV SBL