3
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην. *⸆ – RP f35 ¦ λαβεῖν TR TNT2 WH NA NIV SBL Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν, Βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. Εἶπεν δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, *⸂ ἔγειραι καὶ RP f35 TR ¦ ἔγειρε καὶ TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL ⸂ἔγειραι καὶ⸃ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν· *⸆ – RP f35 TR ¦ αὐτόν TNT2 WH NA NIV SBL ⸆ παραχρῆμα δὲ ἐστερεώθησαν *⸉ αὐτοῦ αἱ βάσεις RP f35 TR ¦ αἱ βάσεις αὐτοῦ TNT2 WH NA NIV SBL ⸉αὐτοῦ αἱ βάσεις⸊ καὶ τὰ σφυρά. Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. Καὶ εἶδεν *⸉ αὐτὸν πᾶς ὁ λαὸς RP f35 TR ¦ πᾶς ὁ λαὸς αὐτὸν TNT2 WH NA NIV SBL ⸉αὐτὸν πᾶς ὁ λαὸς⸊ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν· 10 ἐπεγίνωσκόν *⸂ τε RP f35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸂τε⸃ αὐτὸν ὅτι *2 οὗτος RP f35 TR TNT2 WH NA25 SBL ¦ αὐτὸς NA27+28 NIV 2οὗτος⸃ ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ *⸂ τοῦ ἰαθέντος χωλοῦ RP f35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ ἰαθέντος χωλοῦ⸃ *2 τὸν Πέτρον καὶ Ἰωάννην RP f35 TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην TNT2 WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην NA NIV SBL 2τὸν Πέτρον καὶ Ἰωάννην,⸃ συνέδραμεν *⸉ πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP f35 TR ¦ πᾶς ὁ λαὸς πρὸς αὐτοὺς TNT2 WH NA NIV SBL ⸉πρὸς αὐτοὺς πᾶς ὁ λαὸς⸊ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12 Ἰδὼν δὲ *⸆ – RP f35 TR ¦ ὁ TNT2 WH NA NIV SBL ⸆ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13 *⸂ Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ RP f35 TR TNT2 WH NA25 NIV SBL ¦ Ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ NA27+28⸂Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ,⸃ ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς *⸋ μὲν RP f35 TNT2 WH NA NIV11 SBL ¦ – TR NIV73 ⸋μὲν⸌ παρεδώκατε, καὶ ἠρνήσασθε *2 αὐτὸν RP f35 TR TNT2 ¦ – WH NA NIV SBL 2αὐτὸν⸌ κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. 14 Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 Καὶ *⸋ ἐπὶ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋ἐπὶ⸌ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. 17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. 18 Ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν *⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ,⸌ παθεῖν τὸν χριστόν, *⸆ – RP f35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL ⸆ ἐπλήρωσεν οὕτως. 19 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, *⸂ εἰς RP f35 TR TNT2 NA27+28 NIV ¦ πρὸς WH NA25 SBL ⸂εἰς⸃ τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου, 20 καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν *⸉ χριστὸν Ἰησοῦν RP f35 TNT2 WH NA NIV SBL ¦ Ἰησοῦν χριστὸν TR ⸉χριστὸν Ἰησοῦν·⸊ 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος *⸋ πάντων RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋πάντων⸌ *2 τῶν RP f35 TNT2 WH NA NIV SBL ¦ – TR 2τῶν⸌ ἁγίων *⸉ αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος RP f35 TR ¦ ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν TNT2 WH NA NIV SBL ⸉αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.⸊ 22 Μωσῆς μὲν *⸋ γὰρ πρὸς τοὺς πατέρας RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ πρὸς τοὺς πατέρας⸌ εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς *⸂ ἡμῶν RP f35 ¦ ὑμῶν TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL ⸂ἡμῶν⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 Ἔσται δέ, πᾶσα ψυχή, ἥτις *⸂ ἐὰν RP NA NIV ¦ ἂν f35 TR TNT2 WH SBL ⸂ἐὰν⸃ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ *⸂ κατήγγειλαν RP TNT2 WH NA NIV SBL ¦ προκατήγγειλαν f35 TR ⸂κατήγγειλαν⸃ τὰς ἡμέρας ταύτας. 25 Ὑμεῖς ἐστε *⸆ – RP f35 TR ¦ οἱ TNT2 WH NA NIV SBL ⸆ υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς *⸉ διέθετο ὁ θεὸς RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς διέθετο WH NA25 ⸉διέθετο ὁ θεὸς⸊ πρὸς τοὺς πατέρας *⸂ ἡμῶν RP f35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL ⸂ἡμῶν,⸃ λέγων πρὸς Ἀβραάμ, Καὶ *⸋ ἐν RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋ἐν⸌ τῷ σπέρματί σου *2 ἐνευλογηθήσονται RP f35 TR TNT2 NA NIV SBL ¦ εὐλογηθήσονται WH 2ἐνευλογηθήσονται⸃ πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 Ὑμῖν πρῶτον *⸉ ὁ θεός, ἀναστήσας RP f35 TR TNT2 ¦ ἀναστήσας ὁ θεός WH NA NIV SBL ⸉ὁ θεός, ἀναστήσας⸊ τὸν παῖδα αὐτοῦ *⸋ Ἰησοῦν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἰησοῦν,⸌ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

*3:3 ⸆ – RP f 35 ¦ λαβεῖν TR TNT2 WH NA NIV SBL

*3:6 ⸂ ἔγειραι καὶ RP f 35 TR ¦ ἔγειρε καὶ TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL

*3:7 ⸆ – RP f 35 TR ¦ αὐτόν TNT2 WH NA NIV SBL

*3:7 ⸉ αὐτοῦ αἱ βάσεις RP f 35 TR ¦ αἱ βάσεις αὐτοῦ TNT2 WH NA NIV SBL

*3:9 ⸉ αὐτὸν πᾶς ὁ λαὸς RP f 35 TR ¦ πᾶς ὁ λαὸς αὐτὸν TNT2 WH NA NIV SBL

*3:10 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL

*3:10 ⸂2 οὗτος RP f 35 TR TNT2 WH NA25 SBL ¦ αὐτὸς NA27+28 NIV

*3:11 ⸂ τοῦ ἰαθέντος χωλοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*3:11 ⸂2 τὸν Πέτρον καὶ Ἰωάννην RP f 35 TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην TNT2 WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην NA NIV SBL

*3:11 ⸉ πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP f 35 TR ¦ πᾶς ὁ λαὸς πρὸς αὐτοὺς TNT2 WH NA NIV SBL

*3:12 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*3:13 ⸂ Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ Ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ NA27+28

*3:13 ⸋ μὲν RP f 35 TNT2 WH NA NIV11 SBL ¦ – TR NIV73

*3:13 ⸋2 αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*3:16 ⸋ ἐπὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*3:18 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:18 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*3:19 ⸂ εἰς RP f 35 TR TNT2 NA27+28 NIV ¦ πρὸς WH NA25 SBL

*3:20 ⸉ χριστὸν Ἰησοῦν RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰησοῦν χριστὸν TR

*3:21 ⸋ πάντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:21 ⸋2 τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*3:21 ⸉ αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος RP f 35 TR ¦ ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν TNT2 WH NA NIV SBL

*3:22 ⸋ γὰρ πρὸς τοὺς πατέρας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:22 ⸂ ἡμῶν RP f 35 ¦ ὑμῶν TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL

*3:23 ⸂ ἐὰν RP NA NIV ¦ ἂν f 35 TR TNT2 WH SBL

*3:24 ⸂ κατήγγειλαν RP TNT2 WH NA NIV SBL ¦ προκατήγγειλαν f 35 TR

*3:25 ⸆ – RP f 35 TR ¦ οἱ TNT2 WH NA NIV SBL

*3:25 ⸉ διέθετο ὁ θεὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς διέθετο WH NA25

*3:25 ⸂ ἡμῶν RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL

*3:25 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*3:25 ⸂2 ἐνευλογηθήσονται RP f 35 TR TNT2 NA NIV SBL ¦ εὐλογηθήσονται WH

*3:26 ⸉ ὁ θεός, ἀναστήσας RP f 35 TR TNT2 ¦ ἀναστήσας ὁ θεός WH NA NIV SBL

*3:26 ⸋ Ἰησοῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL