8
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες *⸂ δὲ RP f35 TNT2 WH NA NIV SBL ¦ τε TR ⸂δὲ⸃ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ *⸂ ἐποιήσαντο RP f35 TR ¦ ἐποίησαν TNT2 WH NA NIV SBL ⸂ἐποιήσαντο⸃ κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς *⸆ – RP f35 TR TNT2 NIV11 ¦ τὴν WH NA NIV73 SBL ⸆ πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. Προσεῖχόν *⸂ τε RP TR ¦ δὲ f35 TNT2 WH NA NIV SBL ⸂τε⸃ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. *⸂ Πολλῶν RP f35 TR ¦ Πολλοὶ TNT2 WH NA NIV SBL ⸂Πολλῶν⸃ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα *⸉ φωνῇ μεγάλῃ RP f35 TNT2 WH NA NIV SBL ¦ μεγάλῃ φωνῇ TR ⸉φωνῇ μεγάλῃ⸊ *2 ἐξήρχετο RP f35 TR ¦ ἐξήρχοντο TNT2 WH NA NIV SBL 2ἐξήρχετο·⸃ πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. *⸂ Καὶ ἐγένετο RP f35 TR ¦ Ἐγένετο δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ ἐγένετο⸃ *2 χαρὰ μεγάλη RP f35 TR ¦ πολλὴ χαρὰ TNT2 WH NA NIV SBL 2χαρὰ μεγάλη⸃ ἐν τῇ πόλει ἐκείνῃ.
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· 10 ᾧ προσεῖχον *⸆ – RP f35 ¦ πάντες TR TNT2 WH NA NIV SBL ⸆ ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ *2 – RP f35 TR ¦ καλουμένη TNT2 WH NA NIV SBL 2 μεγάλη. 11 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ *⸋ τὰ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὰ⸌ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR ⸆ Ἰησοῦ χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε *⸂ δυνάμεις καὶ σημεῖα γινόμενα RP f35 ¦ σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας TR TNT2 WH NA NIV SBL ⸂δυνάμεις καὶ σημεῖα γινόμενα,⸃ ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς *⸂ τὸν Πέτρον καὶ Ἰωάννην RP f35 TR ¦ Πέτρον καὶ Ἰωάνην TNT2 WH ¦ Πέτρον καὶ Ἰωάννην NA NIV SBL ⸂τὸν Πέτρον καὶ Ἰωάννην·⸃ 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 *⸂ οὔπω RP f35 TR ¦ οὐδέπω TNT2 WH NA NIV SBL ⸂οὔπω⸃ γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα *2 τοῦ χριστοῦ Ἰησοῦ RP f35 ¦ τοῦ κυρίου Ἰησοῦ TR TNT2 WH NA NIV SBL 2τοῦ χριστοῦ Ἰησοῦ.⸃ 17 Τότε *⸂ ἐπετίθουν RP f35 TR ¦ ἐπετίθεσαν TNT2 WH NA NIV SBL ⸂ἐπετίθουν⸃ τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. 18 *⸂ Θεασάμενος RP f35 TR ¦ Ἰδὼν TNT2 WH NA NIV SBL ⸂Θεασάμενος⸃ δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται *2 τὸ πνεῦμα τὸ ἅγιον RP f35 TR TNT2 ¦ τὸ πνεῦμα WH NA NIV SBL 2τὸ πνεῦμα τὸ ἅγιον,⸃ προσήνεγκεν αὐτοῖς χρήματα, 19 λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ *⸂ ἐὰν RP TNT2 WH NA NIV SBL ¦ ἂν f35 TR ⸂ἐὰν⸃ ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα *⸂ ἐνώπιον RP TR ¦ ἐναντίον f35 ¦ ἔναντι TNT2 WH NA NIV SBL ⸂ἐνώπιον⸃ τοῦ θεοῦ. 22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι *⸂ τοῦ θεοῦ RP f35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL ⸂τοῦ θεοῦ,⸃ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. 23 Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου, *⸂ ὑπέστρεψαν RP f35 TR ¦ ὑπέστρεφον TNT2 WH NA NIV SBL ⸂ὑπέστρεψαν⸃ εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν *2 εὐηγγελίσαντο RP f35 TR ¦ εὐηγγελίζοντο TNT2 WH NA NIV SBL 2εὐηγγελίσαντο.⸃
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης *⸋ τῆς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῆς⸌ βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, 28 ἦν *⸂ τε RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25 ⸂τε⸃ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. 29 Εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος *⸉ τὸν προφήτην Ἠσαΐαν RP f35 TR ¦ Ἠσαΐαν τὸν προφήτην TNT2 WH NA NIV SBL ⸉τὸν προφήτην Ἠσαΐαν,⸊ καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 Ὁ δὲ εἶπεν, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις *⸂ ὁδηγήσῃ RP f35 TR ¦ ὁδηγήσει TNT2 WH NA NIV SBL ⸂ὁδηγήσῃ⸃ με; Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 Ἐν τῇ ταπεινώσει *⸋ αὐτοῦ RP f35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋αὐτοῦ⸌ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν *2 δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2δὲ⸌ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. 34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει *⸋ τοῦτο RP f35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 ⸋τοῦτο;⸌ Περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; 35 Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 37 *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. Ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν χριστόν. TR 38 Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. 39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

*8:1 ⸂ δὲ RP f 35 TNT2 WH NA NIV SBL ¦ τε TR

*8:2 ⸂ ἐποιήσαντο RP f 35 TR ¦ ἐποίησαν TNT2 WH NA NIV SBL

*8:5 ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ τὴν WH NA NIV73 SBL

*8:6 ⸂ τε RP TR ¦ δὲ f 35 TNT2 WH NA NIV SBL

*8:7 ⸂ Πολλῶν RP f 35 TR ¦ Πολλοὶ TNT2 WH NA NIV SBL

*8:7 ⸉ φωνῇ μεγάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ μεγάλῃ φωνῇ TR

*8:7 ⸂2 ἐξήρχετο RP f 35 TR ¦ ἐξήρχοντο TNT2 WH NA NIV SBL

*8:8 ⸂ Καὶ ἐγένετο RP f 35 TR ¦ Ἐγένετο δὲ TNT2 WH NA NIV SBL

*8:8 ⸂2 χαρὰ μεγάλη RP f 35 TR ¦ πολλὴ χαρὰ TNT2 WH NA NIV SBL

*8:10 ⸆ – RP f 35 ¦ πάντες TR TNT2 WH NA NIV SBL

*8:10 ⸆2 – RP f 35 TR ¦ καλουμένη TNT2 WH NA NIV SBL

*8:12 ⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:12 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR

*8:13 ⸂ δυνάμεις καὶ σημεῖα γινόμενα RP f 35 ¦ σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας TR TNT2 WH NA NIV SBL

*8:14 ⸂ τὸν Πέτρον καὶ Ἰωάννην RP f 35 TR ¦ Πέτρον καὶ Ἰωάνην TNT2 WH ¦ Πέτρον καὶ Ἰωάννην NA NIV SBL

*8:16 ⸂ οὔπω RP f 35 TR ¦ οὐδέπω TNT2 WH NA NIV SBL

*8:16 ⸂2 τοῦ χριστοῦ Ἰησοῦ RP f 35 ¦ τοῦ κυρίου Ἰησοῦ TR TNT2 WH NA NIV SBL

*8:17 ⸂ ἐπετίθουν RP f 35 TR ¦ ἐπετίθεσαν TNT2 WH NA NIV SBL

*8:18 ⸂ Θεασάμενος RP f 35 TR ¦ Ἰδὼν TNT2 WH NA NIV SBL

*8:18 ⸂2 τὸ πνεῦμα τὸ ἅγιον RP f 35 TR TNT2 ¦ τὸ πνεῦμα WH NA NIV SBL

*8:19 ⸂ ἐὰν RP TNT2 WH NA NIV SBL ¦ ἂν f 35 TR

*8:21 ⸂ ἐνώπιον RP TR ¦ ἐναντίον f 35 ¦ ἔναντι TNT2 WH NA NIV SBL

*8:22 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL

*8:25 ⸂ ὑπέστρεψαν RP f 35 TR ¦ ὑπέστρεφον TNT2 WH NA NIV SBL

*8:25 ⸂2 εὐηγγελίσαντο RP f 35 TR ¦ εὐηγγελίζοντο TNT2 WH NA NIV SBL

*8:27 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:28 ⸂ τε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25

*8:30 ⸉ τὸν προφήτην Ἠσαΐαν RP f 35 TR ¦ Ἠσαΐαν τὸν προφήτην TNT2 WH NA NIV SBL

*8:31 ⸂ ὁδηγήσῃ RP f 35 TR ¦ ὁδηγήσει TNT2 WH NA NIV SBL

*8:33 ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*8:33 ⸋2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:34 ⸋ τοῦτο RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73

*8:37 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. Ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν χριστόν. TR