2
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω *⸂ περὶ RP f35 TR Ead ¦ ὑπὲρ TNT2 WH NA NIV SBL ⸂περὶ⸃ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασιν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, *⸂ συμβιβασθέντων RP f35 TR ¦ συμβιβασθέντες TNT2 NA NIV SBL Ead ¦ συνβιβασθέντες WH ⸂συμβιβασθέντων⸃ ἐν ἀγάπῃ, καὶ εἰς *2 πάντα πλοῦτον RP f35 TR Ead ¦ πᾶν τὸ πλοῦτος TNT2 ¦ πᾶν πλοῦτος WH NA NIV SBL 2πάντα πλοῦτον⸃ τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου *3 τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ RP f35 TR Ead ¦ τοῦ θεοῦ χριστοῦ TNT2 WH NA NIV SBL 3τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ,⸃ ἐν ᾧ εἰσὶν πάντες οἱ θησαυροὶ *⸂ τῆς σοφίας καὶ τῆς γνώσεως RP f35 TR Ead ¦ τῆς σοφίας καὶ γνώσεως TNT2 WH NA NIV SBL ⸂τῆς σοφίας καὶ τῆς γνώσεως⸃ ἀπόκρυφοι. Τοῦτο *⸋ δὲ RP f35 TR TNT2 Ead ¦ – WH NA NIV SBL ⸋δὲ⸌ λέγω, ἵνα *⸂ μή τις RP f35 TR Ead ¦ μηδεὶς TNT2 WH NA NIV SBL ⸂μή τις⸃ ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως ὑμῶν.
Ὡς οὖν παρελάβετε τὸν χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι *⸋ ἐν RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν⸌ τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες *2 ἐν αὐτῇ RP f35 TR WH Ead ¦ – TNT2 NA NIV SBL 2ἐν αὐτῇ⸌ ἐν εὐχαριστίᾳ.
Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος *⸋ τῶν ἁμαρτιῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τῶν ἁμαρτιῶν⸌ τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ *⸋ τῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τῶν⸌ νεκρῶν. 13 Καὶ ὑμᾶς, νεκροὺς ὄντας *⸂ ἐν τοῖς παραπτώμασι(ν) καὶ τῇ ἀκροβυστίᾳ RP TR NA27+28 NIV73 SBL Ead ¦ τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ f35 TNT2 WH NA25 NIV11 ⸂ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ⸃ τῆς σαρκὸς ὑμῶν, συνεζῳοποίησεν *⸋ ὑμᾶς RP f35 TNT2 WH NA NIV SBL Ead ¦ – TR ⸋ὑμᾶς⸌ σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14 ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας *⸋ αὐτοὺς RP f35 TR TNT2 WH NA NIV SBL ¦ – Ead ⸋αὐτοὺς⸌ ἐν αὐτῷ.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω *⸂ ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς RP f35 TR TNT2 SBL Ead ¦ ἐν βρώσει καὶ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς WH NA NIV ⸂ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς⸃ ἢ νουμηνίας ἢ σαββάτων· 17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα *⸆ – RP f35 Ead ¦ τοῦ TR TNT2 WH NA NIV SBL ⸆ χριστοῦ. 18 Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ *⸋ μὴ RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋μὴ⸌ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
20 Εἰ *⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ οὖν f35 TR ⸆ ἀπεθάνετε σὺν *2 – RP f35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR 2 χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, 21 Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς— 22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει—κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23 Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.

*2:1 ⸂ περὶ RP f 35 TR Ead ¦ ὑπὲρ TNT2 WH NA NIV SBL

*2:2 ⸂ συμβιβασθέντων RP f 35 TR ¦ συμβιβασθέντες TNT2 NA NIV SBL Ead ¦ συνβιβασθέντες WH

*2:2 ⸂2 πάντα πλοῦτον RP f 35 TR Ead ¦ πᾶν τὸ πλοῦτος TNT2 ¦ πᾶν πλοῦτος WH NA NIV SBL

*2:2 ⸂3 τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ RP f 35 TR Ead ¦ τοῦ θεοῦ χριστοῦ TNT2 WH NA NIV SBL

*2:3 ⸂ τῆς σοφίας καὶ τῆς γνώσεως RP f 35 TR Ead ¦ τῆς σοφίας καὶ γνώσεως TNT2 WH NA NIV SBL

*2:4 ⸋ δὲ RP f 35 TR TNT2 Ead ¦ – WH NA NIV SBL

*2:4 ⸂ μή τις RP f 35 TR Ead ¦ μηδεὶς TNT2 WH NA NIV SBL

*2:7 ⸋ ἐν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL

*2:7 ⸋2 ἐν αὐτῇ RP f 35 TR WH Ead ¦ – TNT2 NA NIV SBL

*2:11 ⸋ τῶν ἁμαρτιῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:12 ⸋ τῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:13 ⸂ ἐν τοῖς παραπτώμασι(ν) καὶ τῇ ἀκροβυστίᾳ RP TR NA27+28 NIV73 SBL Ead ¦ τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ f 35 TNT2 WH NA25 NIV11

*2:13 ⸋ ὑμᾶς RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR

*2:15 ⸋ αὐτοὺς RP f 35 TR TNT2 WH NA NIV SBL ¦ – Ead

*2:16 ⸂ ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς RP f 35 TR TNT2 SBL Ead ¦ ἐν βρώσει καὶ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς WH NA NIV

*2:17 ⸆ – RP f 35 Ead ¦ τοῦ TR TNT2 WH NA NIV SBL

*2:18 ⸋ μὴ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL

*2:20 ⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ οὖν f 35 TR

*2:20 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR