8
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ οὐκ ἄνθρωπος· πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Εἰ μὲν *⸂ γὰρ RP f35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸂γὰρ⸃ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων *⸋ τῶν ἱερέων RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῶν ἱερέων⸌ τῶν προσφερόντων κατὰ *2 τὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2τὸν⸌ νόμον τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησιν, *⸂ ποιήσεις RP f35 TNT2 WH NA NIV SBL ¦ ποιήσῃς TR ⸂ποιήσεις⸃ πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. *⸂ Νυνὶ RP f35 TR TNT2 NA27+28 NIV73 SBL ¦ Νῦν WH NA25 NIV11⸂Νυνὶ⸃ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ *⸂ αὐτοῖς RP f35 TR TNT2 ¦ αὐτοὺς WH NA NIV SBL ⸂αὐτοῖς⸃ λέγει, Ἰδού, ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. 10 Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν *⸂ πολίτην RP TNT2 WH NA NIV SBL ¦ πλησίον f35 TR ⸂πολίτην⸃ αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με, *2 ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν RP f35 TR ¦ ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν TNT2 WH NA NIV SBL 2ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν.⸃ 12 Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν *⸋ καὶ τῶν ἀνομιῶν αὐτῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ τῶν ἀνομιῶν αὐτῶν⸌ οὐ μὴ μνησθῶ ἔτι. 13 Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκεν τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.

*8:2 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:4 ⸂ γὰρ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*8:4 ⸋ τῶν ἱερέων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:4 ⸋2 τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:5 ⸂ ποιήσεις RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιήσῃς TR

*8:6 ⸂ Νυνὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ Νῦν WH NA25 NIV11

*8:8 ⸂ αὐτοῖς RP f 35 TR TNT2 ¦ αὐτοὺς WH NA NIV SBL

*8:11 ⸂ πολίτην RP TNT2 WH NA NIV SBL ¦ πλησίον f 35 TR

*8:11 ⸂2 ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν RP f 35 TR ¦ ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν TNT2 WH NA NIV SBL

*8:12 ⸋ καὶ τῶν ἀνομιῶν αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL