3
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, *⸂ δυνατὸς RP TR TNT2 WH NA NIV SBL ¦ δυνάμενος f35 ⸂δυνατὸς⸃ χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. *⸂ Ἴδε RP f35 ¦ Ἰδού TR ¦ Εἰ δὲ TNT2 WH NA NIV SBL ⸂Ἴδε,⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν *2 πρὸς RP f35 TR ¦ εἰς TNT2 WH NA NIV SBL 2πρὸς⸃ τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ *⸉ σκληρῶν ἀνέμων RP TR ¦ ἀνέμων σκληρῶν f35 TNT2 WH NA NIV SBL ⸉σκληρῶν ἀνέμων⸊ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, *⸂ ὅπου ἂν … βούληται RP f35 TR ¦ ὅπου … βούλεται TNT2 WH NA NIV SBL ⸂ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.⸃ Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστίν, καὶ *⸂ μεγαλαυχεῖ RP f35 TR ¦ μεγάλα αὐχεῖ TNT2 WH NA NIV SBL ⸂μεγαλαυχεῖ.⸃ Ἰδού, *2 ὀλίγον RP f35 TR ¦ ἡλίκον TNT2 WH NA NIV SBL 2ὀλίγον⸃ πῦρ ἡλίκην ὕλην ἀνάπτει. Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· *⸋ οὕτως RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὕτως⸌ ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· τὴν δὲ γλῶσσαν οὐδεὶς *⸉ δύναται ἀνθρώπων δαμάσαι RP f35 TR ¦ δαμάσαι δύναται ἀνθρώπων TNT2 WH NA NIV SBL ⸉δύναται ἀνθρώπων δαμάσαι·⸊ *⸂ ἀκατάσχετον RP f35 TR ¦ ἀκατάστατον TNT2 WH NA NIV SBL ⸂ἀκατάσχετον⸃ κακόν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν *⸂ τὸν θεὸν RP f35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL ⸂τὸν θεὸν⸃ καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας· 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11 Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; *⸂ Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. RP f35 TR ¦ Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ. TNT2 WH NA NIV SBL ⸂Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.⸃
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16 Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἀνυπόκριτος. 18 Καρπὸς δὲ *⸋ τῆς RP TR ¦ – f35 TNT2 WH NA NIV SBL ⸋τῆς⸌ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

*3:2 ⸂ δυνατὸς RP TR TNT2 WH NA NIV SBL ¦ δυνάμενος f 35

*3:3 ⸂ Ἴδε RP f 35 ¦ Ἰδού TR ¦ Εἰ δὲ TNT2 WH NA NIV SBL

*3:3 ⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL

*3:4 ⸉ σκληρῶν ἀνέμων RP TR ¦ ἀνέμων σκληρῶν f 35 TNT2 WH NA NIV SBL

*3:4 ⸂ ὅπου ἂν … βούληται RP f 35 TR ¦ ὅπου … βούλεται TNT2 WH NA NIV SBL

*3:5 ⸂ μεγαλαυχεῖ RP f 35 TR ¦ μεγάλα αὐχεῖ TNT2 WH NA NIV SBL

*3:5 ⸂2 ὀλίγον RP f 35 TR ¦ ἡλίκον TNT2 WH NA NIV SBL

*3:6 ⸋ οὕτως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:8 ⸉ δύναται ἀνθρώπων δαμάσαι RP f 35 TR ¦ δαμάσαι δύναται ἀνθρώπων TNT2 WH NA NIV SBL

*3:8 ⸂ ἀκατάσχετον RP f 35 TR ¦ ἀκατάστατον TNT2 WH NA NIV SBL

*3:9 ⸂ τὸν θεὸν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL

*3:12 ⸂ Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. RP f 35 TR ¦ Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ. TNT2 WH NA NIV SBL

*3:17 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:18 ⸋ τῆς RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL