ΙΟΥΔΑ
1
Ἰούδας Ἰησοῦ χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ *⸂ ἡγιασμένοις RP f35 TR ¦ ἠγαπημένοις TNT2 WH NA NIV SBL Wass ⸂ἡγιασμένοις,⸃ καὶ Ἰησοῦ χριστῷ τετηρημένοις, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς *⸆ – RP f35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Wass ⸆ σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον *⸂ δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν RP f35 TR ¦ δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν TNT2 WH NA NIV SBL Wass ⸂δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν⸃ ἀρνούμενοι.
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, *⸂ εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος RP f35 TR ¦ εἰδότας ἅπαξ πάντα, ὅτι κύριος TNT2 WH NA25 ¦ εἰδότας ὑμᾶς πάντα, ὅτι ὁ κύριος ἅπαξ NA27 NIV11 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι Ἰησοῦς NA28 SBL ¦ εἰδότας ἅπαξ ὑμᾶς πάντα, ὅτι ὁ κύριος NIV73 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι κύριος Wass ⸂εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος,⸃ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον *⸉ τούτοις τρόπον RP f35 TR ¦ τρόπον τούτοις TNT2 WH NA NIV SBL Wass ⸉τούτοις τρόπον⸊ ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι κύριος. 10 Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. 11 Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12 Οὗτοί εἰσιν *⸆ – RP f35 TR ¦ οἱ TNT2 WH NA NIV SBL Wass ⸆ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων *⸂ παραφερόμεναι RP f35 TNT2 WH NA NIV SBL Wass ¦ περιφερόμεναι TR ⸂παραφερόμεναι·⸃ δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· 13 κύματα ἄγρια θαλάσσης, *⸂ ἐπαφρίζοντα RP f35 TR TNT2 WH NA NIV SBL ¦ ἀπαφρίζοντα Wass ⸂ἐπαφρίζοντα⸃ τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς *⸆ – RP f35 TNT2 WH NA NIV SBL Wass ¦ τὸν TR ⸆ αἰῶνα τετήρηται. 14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθεν κύριος ἐν *⸉ ἁγίαις μυριάσιν RP f35 TNT2 WH NA NIV SBL Wass ¦ μυριάσιν ἁγίαις TR ⸉ἁγίαις μυριάσιν⸊ αὐτοῦ, 15 ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ *⸂ ἐλέγξαι RP f35 TNT2 WH NA NIV SBL Wass ¦ ἐξἐλέγξαι TR ⸂ἐλέγξαι⸃ *2 πάντας τοὺς ἀσεβεῖς RP f35 TR TNT2 WH NA25 NIV73 SBL Wass ¦ πᾶσαν ψυχὴν NA27+28 NIV11 2πάντας τοὺς ἀσεβεῖς⸃ *⸋ αὐτῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Wass ⸋αὐτῶν⸌ περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16 Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας *⸂ αὐτῶν RP TR TNT2 WH NA25 SBL ¦ ἑαυτῶν f35 NA27+28 NIV Wass ⸂αὐτῶν⸃ πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ· 18 ὅτι ἔλεγον ὑμῖν, *⸋ ὅτι RP f35 TR TNT2 NA27 NIV73 Wass ¦ – WH NA25+28 NIV11 SBL ⸋ὅτι⸌ *⸂ ἐν ἐσχάτῳ χρόνῳ RP f35 TR ¦ ἐπ᾽ ἐσχάτου χρόνου TNT2 WH NA28 SBL ¦ ἐπ᾽ ἐσχάτου τοῦ χρόνου NA25+27 NIV Wass ⸂ἐν ἐσχάτῳ χρόνῳ⸃ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 20 Ὑμεῖς δέ, ἀγαπητοί, *⸉ τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς RP f35 TR ¦ ἐποικοδομοῦντες ἑαυτούς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει TNT2 WH NA NIV SBL Wass ⸉τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς,⸊ ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ εἰς ζωὴν αἰώνιον. 22 Καὶ οὓς μὲν *⸂ ἐλεεῖτε RP f35 TR ¦ ἐλέγχετε TNT2 ¦ ἐλεᾶτε WH NA NIV SBL Wass ⸂ἐλεεῖτε⸃ *2 διακρινόμενοι RP f35 TR ¦ διακρινομένους TNT2 WH NA NIV SBL Wass 2διακρινόμενοι·⸃ 23 *⸂ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες RP f35 ¦ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες TR ¦ οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ TNT2 NA27+28 NIV SBL Wass ¦ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ WH NA25 ⸂οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες,⸃ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 Τῷ δὲ δυναμένῳ φυλάξαι *⸂ αὐτοὺς RP f35 TR ¦ ὑμᾶς TNT2 WH NA NIV SBL Wass ⸂αὐτοὺς⸃ ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25 μόνῳ *⸋ σοφῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Wass ⸋σοφῷ⸌ θεῷ σωτῆρι ἡμῶν, *⸆ – RP f35 TR ¦ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν TNT2 WH NA NIV SBL Wass *⸂ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία RP f35 TR ¦ δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία TNT2 WH NA NIV SBL Wass ⸂δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία,⸃ *2 – RP f35 TR ¦ πρὸ παντὸς τοῦ αἰῶνος TNT2 WH NA NIV SBL Wass 2 καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

*1:1 ⸂ ἡγιασμένοις RP f 35 TR ¦ ἠγαπημένοις TNT2 WH NA NIV SBL Wass

*1:3 ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Wass

*1:4 ⸂ δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν RP f 35 TR ¦ δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν TNT2 WH NA NIV SBL Wass

*1:5 ⸂ εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος RP f 35 TR ¦ εἰδότας ἅπαξ πάντα, ὅτι κύριος TNT2 WH NA25 ¦ εἰδότας ὑμᾶς πάντα, ὅτι ὁ κύριος ἅπαξ NA27 NIV11 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι Ἰησοῦς NA28 SBL ¦ εἰδότας ἅπαξ ὑμᾶς πάντα, ὅτι ὁ κύριος NIV73 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι κύριος Wass

*1:7 ⸉ τούτοις τρόπον RP f 35 TR ¦ τρόπον τούτοις TNT2 WH NA NIV SBL Wass

*1:12 ⸆ – RP f 35 TR ¦ οἱ TNT2 WH NA NIV SBL Wass

*1:12 ⸂ παραφερόμεναι RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ περιφερόμεναι TR

*1:13 ⸂ ἐπαφρίζοντα RP f 35 TR TNT2 WH NA NIV SBL ¦ ἀπαφρίζοντα Wass

*1:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ τὸν TR

*1:14 ⸉ ἁγίαις μυριάσιν RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ μυριάσιν ἁγίαις TR

*1:15 ⸂ ἐλέγξαι RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ ἐξἐλέγξαι TR

*1:15 ⸂2 πάντας τοὺς ἀσεβεῖς RP f 35 TR TNT2 WH NA25 NIV73 SBL Wass ¦ πᾶσαν ψυχὴν NA27+28 NIV11

*1:15 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Wass

*1:16 ⸂ αὐτῶν RP TR TNT2 WH NA25 SBL ¦ ἑαυτῶν f 35 NA27+28 NIV Wass

*1:18 ⸋ ὅτι RP f 35 TR TNT2 NA27 NIV73 Wass ¦ – WH NA25+28 NIV11 SBL

*1:18 ⸂ ἐν ἐσχάτῳ χρόνῳ RP f 35 TR ¦ ἐπ᾽ ἐσχάτου χρόνου TNT2 WH NA28 SBL ¦ ἐπ᾽ ἐσχάτου τοῦ χρόνου NA25+27 NIV Wass

*1:20 ⸉ τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς RP f 35 TR ¦ ἐποικοδομοῦντες ἑαυτούς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει TNT2 WH NA NIV SBL Wass

*1:22 ⸂ ἐλεεῖτε RP f 35 TR ¦ ἐλέγχετε TNT2 ¦ ἐλεᾶτε WH NA NIV SBL Wass

*1:22 ⸂2 διακρινόμενοι RP f 35 TR ¦ διακρινομένους TNT2 WH NA NIV SBL Wass

*1:23 ⸂ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες RP f 35 ¦ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες TR ¦ οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ TNT2 NA27+28 NIV SBL Wass ¦ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ WH NA25

*1:24 ⸂ αὐτοὺς RP f 35 TR ¦ ὑμᾶς TNT2 WH NA NIV SBL Wass

*1:25 ⸋ σοφῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Wass

*1:25 ⸆ – RP f 35 TR ¦ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν TNT2 WH NA NIV SBL Wass

*1:25 ⸂ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία RP f 35 TR ¦ δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία TNT2 WH NA NIV SBL Wass

*1:25 ⸆2 – RP f 35 TR ¦ πρὸ παντὸς τοῦ αἰῶνος TNT2 WH NA NIV SBL Wass