14
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων, *⸂ Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν; RP f35 ¦ Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; TR ¦ Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι, ἢ οὔ; TNT2 WH NA NIV SBL ⸂Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;⸃ Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσεν. Καὶ *⸋ ἀποκριθεὶς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀποκριθεὶς⸌ πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν *⸂ υἱὸς RP f35 TNT2 WH NA NIV SBL ¦ ὄνος TR ⸂υἱὸς⸃ ἢ βοῦς εἰς φρέαρ *2 ἐμπεσεῖται RP f35 TR ¦ πεσεῖται TNT2 WH NA NIV SBL 2ἐμπεσεῖται,⸃ καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν *3 ἐν τῇ RP f35 TR ¦ τῇ TNT2 ¦ ἐν WH NA NIV SBL 3ἐν τῇ⸃ ἡμέρᾳ τοῦ σαββάτου; Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι *⸋ αὐτῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ⸌ πρὸς ταῦτα.
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας *⸂ ἐρεῖ σοι RP TR TNT2 WH NA NIV SBL ¦ ἐρεῖ, Σὺ f35 ⸂ἐρεῖ σοι,⸃ Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 Ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς σε, *⸂ εἴπῃ RP f35 TR ¦ ἐρεῖ TNT2 WH NA NIV SBL ⸂εἴπῃ⸃ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον *⸆ – RP f35 TR ¦ πάντων TNT2 WH NA NIV SBL ⸆ τῶν συνανακειμένων σοι. 11 Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοί *⸉ σε ἀντικαλέσωσι(ν) … σοι ἀνταπόδομα RP f35 TR ¦ ἀντικαλέσωσίν σε … ἀνταπόδομά σοι TNT2 WH NA NIV SBL ⸉σε ἀντικαλέσωσιν, καὶ γένηταί σοι ἀνταπόδομα.⸊ 13 Ἀλλ᾽ ὅταν *⸉ ποιῇς δοχήν RP f35 TR TNT2 ¦ δοχὴν ποιῇς WH NA NIV SBL ⸉ποιῇς δοχήν,⸊ κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος, *⸂ ὃς RP f35 TR ¦ ὅστις TNT2 WH NA NIV SBL ⸂ὃς⸃ φάγεται *2 ἄριστον RP f35 NIV ¦ ἄρτον TR TNT2 WH NA SBL 2ἄριστον⸃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις *⸂ ἐποίησεν RP f35 ¦ ἐποίησε TR ¦ ἐποίει TNT2 WH NA NIV SBL ⸂ἐποίησεν⸃ δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς· 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν *⸋ πάντα RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋πάντα.⸌ 18 Καὶ ἤρξαντο ἀπὸ μιᾶς *⸉ παραιτεῖσθαι πάντες RP f35 TR ¦ πάντες παραιτεῖσθαι TNT2 WH NA NIV SBL ⸉παραιτεῖσθαι πάντες.⸊ Ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην *⸂ ἐξελθεῖν καὶ RP f35 TR ¦ ἐξελθὼν TNT2 WH NA NIV SBL ⸂ἐξελθεῖν καὶ⸃ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 Καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 Καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 Καὶ παραγενόμενος ὁ δοῦλος *⸋ ἐκεῖνος RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐκεῖνος⸌ ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ *⸉ χωλοὺς καὶ τυφλοὺς RP TR ¦ τυφλοὺς καὶ χωλοὺς f35 TNT2 WH NA NIV SBL ⸉χωλοὺς καὶ τυφλοὺς⸊ εἰσάγαγε ὧδε. 22 Καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν *⸂ ὡς RP f35 TR ¦ ὃ TNT2 WH NA NIV SBL ⸂ὡς⸃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ *⸉ ὁ οἶκός μου RP f35 TR ¦ μου ὁ οἶκός TNT2 WH NA NIV SBL ⸉ὁ οἶκός μου.⸊ 24 Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. *⸋ Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. RP ¦ – f35 TR TNT2 WH NA NIV SBL ⸋Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, 26 Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα *⸂ αὐτοῦ RP f35 TNT2 NA25 ¦ ἑαυτοῦ TR WH NA27+28 NIV SBL ⸂αὐτοῦ,⸃ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι *2 δὲ RP f35 TR ¦ τε TNT2 WH NA NIV SBL 2δὲ⸃ καὶ τὴν *⸉ ἑαυτοῦ ψυχήν RP f35 TR TNT2 ¦ ψυχὴν ἑαυτοῦ WH NA NIV SBL ⸉ἑαυτοῦ ψυχήν,⸊ οὐ δύναταί *2 μου μαθητὴς εἶναι RP TR ¦ μου εἶναι μαθητὴς f35 ¦ εἶναί μου μαθητής TNT2 WH NA NIV SBL 2μου μαθητὴς εἶναι.⸊ 27 *⸋ Καὶ RP f35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL ⸋Καὶ⸌ ὅστις οὐ βαστάζει τὸν σταυρὸν *⸂ αὐτοῦ RP f35 TR TNT2 ¦ ἑαυτοῦ WH NA NIV SBL ⸂αὐτοῦ⸃ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται *⸉ εἶναί μου RP f35 TNT2 WH NA NIV SBL ¦ μου εἶναί TR ⸉εἶναί μου⸊ μαθητής. 28 Τίς γὰρ ἐξ ὑμῶν, *⸋ ὁ RP f35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋ὁ⸌ θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει *2 τὰ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2τὰ⸌ *⸂ εἰς RP f35 TNT2 WH NA NIV SBL ¦ πρὸς TR ⸂εἰς⸃ ἀπαρτισμόν; 29 Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται *⸉ ἐμπαίζειν αὐτῷ RP f35 TR ¦ αὐτῷ ἐμπαίζειν TNT2 WH NA NIV SBL ⸉ἐμπαίζειν αὐτῷ,⸊ 30 λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 Ἢ τίς βασιλεὺς πορευόμενος *⸉ συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP f35 TR ¦ ἑτέρῳ βασιλεῖ συμβαλεῖν TNT2 NA NIV SBL ¦ ἑτέρῳ βασιλεῖ συνβαλεῖν WH ⸉συμβαλεῖν ἑτέρῳ βασιλεῖ⸊ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον *⸂ βουλεύεται RP f35 TR TNT2 ¦ βουλεύσεται WH NA NIV SBL ⸂βουλεύεται⸃ εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν *2 ἀπαντῆσαι RP f35 TR ¦ ὑπαντῆσαι TNT2 WH NA NIV SBL 2ἀπαντῆσαι⸃ τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν; 32 Εἰ δὲ μήγε, ἔτι *⸉ πόρρω αὐτοῦ RP f35 ¦ αὐτοῦ πόρρω TR TNT2 WH NA NIV SBL ⸉πόρρω αὐτοῦ⸊ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ *⸋ τὰ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋τὰ⸌ πρὸς εἰρήνην. 33 Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί *⸉ μου εἶναι RP f35 TR ¦ εἶναί μου TNT2 WH NA NIV SBL ⸉μου εἶναι⸊ μαθητής. 34 Καλὸν *⸆ – RP f35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸆ τὸ ἅλας· ἐὰν δὲ *2 – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL 2 τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

*14:3 ⸂ Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν; RP f 35 ¦ Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; TR ¦ Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι, ἢ οὔ; TNT2 WH NA NIV SBL

*14:5 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:5 ⸂ υἱὸς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὄνος TR

*14:5 ⸂2 ἐμπεσεῖται RP f 35 TR ¦ πεσεῖται TNT2 WH NA NIV SBL

*14:5 ⸂3 ἐν τῇ RP f 35 TR ¦ τῇ TNT2 ¦ ἐν WH NA NIV SBL

*14:6 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:9 ⸂ ἐρεῖ σοι RP TR TNT2 WH NA NIV SBL ¦ ἐρεῖ, Σὺ f 35

*14:10 ⸂ εἴπῃ RP f 35 TR ¦ ἐρεῖ TNT2 WH NA NIV SBL

*14:10 ⸆ – RP f 35 TR ¦ πάντων TNT2 WH NA NIV SBL

*14:12 ⸉ σε ἀντικαλέσωσι(ν) … σοι ἀνταπόδομα RP f 35 TR ¦ ἀντικαλέσωσίν σε … ἀνταπόδομά σοι TNT2 WH NA NIV SBL

*14:13 ⸉ ποιῇς δοχήν RP f 35 TR TNT2 ¦ δοχὴν ποιῇς WH NA NIV SBL

*14:15 ⸂ ὃς RP f 35 TR ¦ ὅστις TNT2 WH NA NIV SBL

*14:15 ⸂2 ἄριστον RP f 35 NIV ¦ ἄρτον TR TNT2 WH NA SBL

*14:16 ⸂ ἐποίησεν RP f 35 ¦ ἐποίησε TR ¦ ἐποίει TNT2 WH NA NIV SBL

*14:17 ⸋ πάντα RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*14:18 ⸉ παραιτεῖσθαι πάντες RP f 35 TR ¦ πάντες παραιτεῖσθαι TNT2 WH NA NIV SBL

*14:18 ⸂ ἐξελθεῖν καὶ RP f 35 TR ¦ ἐξελθὼν TNT2 WH NA NIV SBL

*14:21 ⸋ ἐκεῖνος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:21 ⸉ χωλοὺς καὶ τυφλοὺς RP TR ¦ τυφλοὺς καὶ χωλοὺς f 35 TNT2 WH NA NIV SBL

*14:22 ⸂ ὡς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL

*14:23 ⸉ ὁ οἶκός μου RP f 35 TR ¦ μου ὁ οἶκός TNT2 WH NA NIV SBL

*14:24 ⸋ Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL

*14:26 ⸂ αὐτοῦ RP f 35 TNT2 NA25 ¦ ἑαυτοῦ TR WH NA27+28 NIV SBL

*14:26 ⸂2 δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL

*14:26 ⸉ ἑαυτοῦ ψυχήν RP f 35 TR TNT2 ¦ ψυχὴν ἑαυτοῦ WH NA NIV SBL

*14:26 ⸉2 μου μαθητὴς εἶναι RP TR ¦ μου εἶναι μαθητὴς f 35 ¦ εἶναί μου μαθητής TNT2 WH NA NIV SBL

*14:27 ⸋ Καὶ RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL

*14:27 ⸂ αὐτοῦ RP f 35 TR TNT2 ¦ ἑαυτοῦ WH NA NIV SBL

*14:27 ⸉ εἶναί μου RP f 35 TNT2 WH NA NIV SBL ¦ μου εἶναί TR

*14:28 ⸋ ὁ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*14:28 ⸋2 τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:28 ⸂ εἰς RP f 35 TNT2 WH NA NIV SBL ¦ πρὸς TR

*14:29 ⸉ ἐμπαίζειν αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐμπαίζειν TNT2 WH NA NIV SBL

*14:31 ⸉ συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP f 35 TR ¦ ἑτέρῳ βασιλεῖ συμβαλεῖν TNT2 NA NIV SBL ¦ ἑτέρῳ βασιλεῖ συνβαλεῖν WH

*14:31 ⸂ βουλεύεται RP f 35 TR TNT2 ¦ βουλεύσεται WH NA NIV SBL

*14:31 ⸂2 ἀπαντῆσαι RP f 35 TR ¦ ὑπαντῆσαι TNT2 WH NA NIV SBL

*14:32 ⸉ πόρρω αὐτοῦ RP f 35 ¦ αὐτοῦ πόρρω TR TNT2 WH NA NIV SBL

*14:32 ⸋ τὰ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*14:33 ⸉ μου εἶναι RP f 35 TR ¦ εἶναί μου TNT2 WH NA NIV SBL

*14:34 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*14:34 ⸆2 – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL