2
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες, Ποῦ ἐστὶν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ *⸉ Ἡρῴδης ὁ βασιλεὺς RP f35 TR ¦ ὁ βασιλεὺς Ἡρῴδης TNT2 WH NA NIV SBL ⸉Ἡρῴδης ὁ βασιλεὺς⸊ ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ· καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ, Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου, Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης, λάθρᾳ καλέσας τοὺς μάγους, ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, Πορευθέντες *⸉ ἀκριβῶς ἐξετάσατε RP f35 TR ¦ ἐξετάσατε ἀκριβῶς TNT2 WH NA NIV SBL ⸉ἀκριβῶς ἐξετάσατε⸊ περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν *⸂ ἔστη RP f35 TR ¦ ἐστάθη TNT2 WH NA NIV SBL ⸂ἔστη⸃ ἐπάνω οὗ ἦν τὸ παιδίον. 10 Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 11 Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, *⸂ εἶδον RP f35 TNT2 WH NA NIV SBL ¦ εὗρον TR ⸂εἶδον⸃ τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. 12 Καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
13 Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος κυρίου *⸉ φαίνεται κατ᾽ ὄναρ RP f35 TR WH NA NIV SBL ¦ κατ᾽ ὄναρ φαίνεται TNT2 ⸉φαίνεται κατ᾽ ὄναρ⸊ τῷ Ἰωσήφ, λέγων, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοί· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτός, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ *⸋ τοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ κυρίου διὰ τοῦ προφήτου, λέγοντος, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. 17 Τότε ἐπληρώθη τὸ ῥηθὲν *⸂ ὑπὸ RP f35 TR ¦ διὰ TNT2 WH NA NIV SBL ⸂ὑπὸ⸃ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, 18 Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, *⸋ θρῆνος καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋θρῆνος καὶ⸌ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδού, ἄγγελος κυρίου *⸉ κατ᾽ ὄναρ φαίνεται RP f35 TR ¦ φαίνεται κατ᾽ ὄναρ TNT2 WH NA NIV SBL ⸉κατ᾽ ὄναρ φαίνεται⸊ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, 20 λέγων, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ *⸂ ἦλθεν RP f35 TR ¦ εἰσῆλθεν TNT2 WH NA NIV SBL ⸂ἦλθεν⸃ εἰς γῆν Ἰσραήλ. 22 Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει *⸋ ἐπὶ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἐπὶ⸌ τῆς Ἰουδαίας ἀντὶ *⸉ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ RP f35 TR ¦ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου TNT2 WH NA NIV SBL ⸉Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ,⸊ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾽ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.

*2:3 ⸉ Ἡρῴδης ὁ βασιλεὺς RP f 35 TR ¦ ὁ βασιλεὺς Ἡρῴδης TNT2 WH NA NIV SBL

*2:8 ⸉ ἀκριβῶς ἐξετάσατε RP f 35 TR ¦ ἐξετάσατε ἀκριβῶς TNT2 WH NA NIV SBL

*2:9 ⸂ ἔστη RP f 35 TR ¦ ἐστάθη TNT2 WH NA NIV SBL

*2:11 ⸂ εἶδον RP f 35 TNT2 WH NA NIV SBL ¦ εὗρον TR

*2:13 ⸉ φαίνεται κατ᾽ ὄναρ RP f 35 TR WH NA NIV SBL ¦ κατ᾽ ὄναρ φαίνεται TNT2

*2:15 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:17 ⸂ ὑπὸ RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL

*2:18 ⸋ θρῆνος καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:19 ⸉ κατ᾽ ὄναρ φαίνεται RP f 35 TR ¦ φαίνεται κατ᾽ ὄναρ TNT2 WH NA NIV SBL

*2:21 ⸂ ἦλθεν RP f 35 TR ¦ εἰσῆλθεν TNT2 WH NA NIV SBL

*2:22 ⸋ ἐπὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*2:22 ⸉ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ RP f 35 TR ¦ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου TNT2 WH NA NIV SBL