5
Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων,
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. *⸉ Μακάριοι οἱ πενθοῦντες … Μακάριοι οἱ πρᾳεῖς … RP f35 TR WH NA NIV SBL ¦ Μακάριοι οἱ πρᾳεῖς … Μακάριοι οἱ πενθοῦντες … TNT2⸉Μακάριοι οἱ πενθοῦντες· ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πρᾳεῖς· ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.⸊ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες· ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί· ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. 10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν *⸋ ῥῆμα RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ῥῆμα⸌ καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. 12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ *⸂ βληθῆναι RP f35 TR ¦ βληθὲν TNT2 WH NA NIV SBL ⸂βληθῆναι⸃ ἔξω *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. 14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16 Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ *⸉ ἡ δικαιοσύνη ὑμῶν RP f35 TR TNT2 ¦ ὑμῶν ἡ δικαιοσύνη WH NA NIV SBL ⸉ἡ δικαιοσύνη ὑμῶν⸊ πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· 22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ *⸋ εἰκῇ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋εἰκῇ⸌ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ *⸉ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ RP f35 TR ¦ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ TNT2 WH NA NIV SBL ⸉ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ,⸊ μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής *⸋ σε παραδῷ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋σε παραδῷ⸌ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26 Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 Ἠκούσατε ὅτι ἐρρέθη, *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τοῖς ἀρχαίοις TR ⸆ Οὐ μοιχεύσεις· 28 ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι *⸂ αὐτὴν RP f35 TNT2 WH NA NIV SBL ¦ αὐτῆς TR ⸂αὐτὴν⸃ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30 Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου *⸂ βληθῇ εἰς γέενναν RP f35 TR ¦ εἰς γέενναν ἀπέλθῃ TNT2 WH NA NIV SBL ⸂βληθῇ εἰς γέενναν.⸃ 31 Ἐρρέθη *⸋ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ – f35 ⸋δὲ⸌ *2 ὅτι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ὅτι⸌ Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον· 32 ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι *⸂ ὃς ἂν ἀπολύσῃ RP f35 TR ¦ πᾶς ὁ ἀπολύων TNT2 WH NA NIV SBL ⸂ὃς ἂν ἀπολύσῃ⸃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν *2 μοιχᾶσθαι RP f35 TR ¦ μοιχευθῆναι TNT2 WH NA NIV SBL 2μοιχᾶσθαι·⸃ καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου· 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν *⸉ ἢ μέλαιναν ποιῆσαι RP f35 TR ¦ ποιῆσαι ἢ μέλαιναν TNT2 WH NA NIV SBL ⸉ἢ μέλαιναν ποιῆσαι.⸊ 37 Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 Ἠκούσατε ὅτι ἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε *⸂ ῥαπίσει RP f35 TR ¦ ῥαπίζει TNT2 WH NA NIV SBL ⸂ῥαπίσει⸃ *2 ἐπὶ RP f35 TR ¦ εἰς TNT2 WH NA NIV SBL 2ἐπὶ⸃ τὴν δεξιὰν *3 σιαγόνα RP f35 NIV73 SBL ¦ σου σιαγόνα TR ¦ σιαγόνα σου TNT2 WH NA NIV11 3σιαγόνα,⸃ στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. 42 Τῷ αἰτοῦντί σε *⸂ δίδου RP f35 TR ¦ δός TNT2 WH NA NIV SBL ⸂δίδου·⸃ καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς.
43 Ἠκούσατε ὅτι ἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· 44 ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, *⸂ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς RP f35 ¦ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς TR ¦ – TNT2 WH NA NIV SBL ⸂εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,⸃ καὶ προσεύχεσθε ὑπὲρ τῶν *⸋ ἐπηρεαζόντων ὑμᾶς, καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐπηρεαζόντων ὑμᾶς, καὶ⸌ διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν *⸋ τοῖς RP f35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋τοῖς⸌ οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι *⸂ τὸ αὐτὸ RP f35 TR WH NA NIV SBL ¦ οὕτως TNT2 ⸂τὸ αὐτὸ⸃ ποιοῦσιν; 47 Καὶ ἐὰν ἀσπάσησθε τοὺς *⸂ φίλους RP f35 ¦ ἀδελφοὺς TR TNT2 WH NA NIV SBL ⸂φίλους⸃ ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ *2 τελῶναι RP f35 TR ¦ ἐθνικοὶ TNT2 WH NA NIV SBL 2τελῶναι⸃ *3 οὕτως RP f35 ¦ οὕτω TR ¦ τὸ αὐτὸ TNT2 WH NA NIV SBL 3οὕτως⸃ ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, *⸂ ὥσπερ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὥσπερ⸃ ὁ πατὴρ ὑμῶν ὁ *2 ἐν τοῖς οὐρανοῖς RP f35 TR ¦ οὐράνιος TNT2 WH NA NIV SBL 2ἐν τοῖς οὐρανοῖς⸃ τέλειός ἐστιν.

*5:4 ⸉ Μακάριοι οἱ πενθοῦντες … Μακάριοι οἱ πρᾳεῖς … RP f 35 TR WH NA NIV SBL ¦ Μακάριοι οἱ πρᾳεῖς … Μακάριοι οἱ πενθοῦντες … TNT2

*5:11 ⸋ ῥῆμα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:13 ⸂ βληθῆναι RP f 35 TR ¦ βληθὲν TNT2 WH NA NIV SBL

*5:13 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:20 ⸉ ἡ δικαιοσύνη ὑμῶν RP f 35 TR TNT2 ¦ ὑμῶν ἡ δικαιοσύνη WH NA NIV SBL

*5:22 ⸋ εἰκῇ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*5:25 ⸉ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ TNT2 WH NA NIV SBL

*5:25 ⸋ σε παραδῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*5:27 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῖς ἀρχαίοις TR

*5:28 ⸂ αὐτὴν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῆς TR

*5:30 ⸂ βληθῇ εἰς γέενναν RP f 35 TR ¦ εἰς γέενναν ἀπέλθῃ TNT2 WH NA NIV SBL

*5:31 ⸋ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*5:31 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:32 ⸂ ὃς ἂν ἀπολύσῃ RP f 35 TR ¦ πᾶς ὁ ἀπολύων TNT2 WH NA NIV SBL

*5:32 ⸂2 μοιχᾶσθαι RP f 35 TR ¦ μοιχευθῆναι TNT2 WH NA NIV SBL

*5:36 ⸉ ἢ μέλαιναν ποιῆσαι RP f 35 TR ¦ ποιῆσαι ἢ μέλαιναν TNT2 WH NA NIV SBL

*5:39 ⸂ ῥαπίσει RP f 35 TR ¦ ῥαπίζει TNT2 WH NA NIV SBL

*5:39 ⸂2 ἐπὶ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL

*5:39 ⸂3 σιαγόνα RP f 35 NIV73 SBL ¦ σου σιαγόνα TR ¦ σιαγόνα σου TNT2 WH NA NIV11

*5:42 ⸂ δίδου RP f 35 TR ¦ δός TNT2 WH NA NIV SBL

*5:44 ⸂ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς RP f 35 ¦ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς TR ¦ – TNT2 WH NA NIV SBL

*5:44 ⸋ ἐπηρεαζόντων ὑμᾶς, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:45 ⸋ τοῖς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*5:46 ⸂ τὸ αὐτὸ RP f 35 TR WH NA NIV SBL ¦ οὕτως TNT2

*5:47 ⸂ φίλους RP f 35 ¦ ἀδελφοὺς TR TNT2 WH NA NIV SBL

*5:47 ⸂2 τελῶναι RP f 35 TR ¦ ἐθνικοὶ TNT2 WH NA NIV SBL

*5:47 ⸂3 οὕτως RP f 35 ¦ οὕτω TR ¦ τὸ αὐτὸ TNT2 WH NA NIV SBL

*5:48 ⸂ ὥσπερ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*5:48 ⸂2 ἐν τοῖς οὐρανοῖς RP f 35 TR ¦ οὐράνιος TNT2 WH NA NIV SBL