17
Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ *⸂ ἐγένοντο RP ¦ ἐγένετο f35 TR TNT2 WH NA NIV SBL ⸂ἐγένοντο⸃ λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδού, *⸂ ὤφθησαν RP f35 TR ¦ ὤφθη TNT2 WH NA NIV SBL ⸂ὤφθησαν⸃ αὐτοῖς Μωσῆς καὶ Ἠλίας, *⸉ μετ᾽ αὐτοῦ συλλαλοῦντες RP f35 TR ¦ συλλαλοῦντες μετ᾽ αὐτοῦ TNT2 NA NIV SBL ¦ συνλαλοῦντες μετ᾽ αὐτοῦ WH ⸉μετ᾽ αὐτοῦ συλλαλοῦντες.⸊ Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, *⸂ ποιήσωμεν RP f35 TR TNT2 ¦ ποιήσω WH NA NIV SBL ⸂ποιήσωμεν⸃ ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ *⸉ μίαν Ἠλίᾳ RP f35 TR ¦ Ἠλίᾳ μίαν TNT2 NA NIV SBL ¦ Ἠλείᾳ μίαν WH ⸉μίαν Ἠλίᾳ.⸊ Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· *⸉ αὐτοῦ ἀκούετε RP f35 TR ¦ ἀκούετε αὐτοῦ TNT2 WH NA NIV SBL ⸉αὐτοῦ ἀκούετε.⸊ Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ *⸂ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν RP f35 TR ¦ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν· εἶπεν TNT2 ¦ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν WH NA NIV SBL ⸂προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν,⸃ Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ *⸂ τὸν Ἰησοῦν RP f35 TR TNT2 ¦ αὐτὸν, Ἰησοῦν WH NA NIV SBL ⸂τὸν Ἰησοῦν⸃ μόνον.
Καὶ καταβαινόντων αὐτῶν *⸂ ἐκ RP f35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR ⸂ἐκ⸃ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν *2 ἀναστῇ RP f35 TR ¦ ἐγερθῇ TNT2 WH NA NIV SBL 2ἀναστῇ.⸃ 10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ *⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ⸌ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 *⸂ Ὁ δὲ Ἰησοῦς RP f35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL ⸂Ὁ δὲ Ἰησοῦς⸃ ἀποκριθεὶς εἶπεν *⸋ αὐτοῖς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῖς,⸌ Ἠλίας μὲν ἔρχεται *2 πρῶτον RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2πρῶτον,⸌ καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. 13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 Καὶ ἐλθόντων *⸋ αὐτῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῶν⸌ πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν *⸂ αὐτὸν RP f35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR ⸂αὐτὸν⸃ 15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς *⸂ πάσχει RP f35 TR NA27+28 NIV SBL ¦ ἔχει TNT2 WH NA25 ⸂πάσχει·⸃ πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε *⸉ ἔσομαι μεθ᾽ ὑμῶν RP f35 TR ¦ μεθ᾽ ὑμῶν ἔσομαι TNT2 WH NA NIV SBL ⸉ἔσομαι μεθ᾽ ὑμῶν;⸊ Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. 18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ *⸂ ἐθεραπεύθη RP TR TNT2 WH NA NIV SBL ¦ ἰάθη f35 ⸂ἐθεραπεύθη⸃ ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 *⸂ Ὁ δὲ Ἰησοῦς RP f35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL ⸂Ὁ δὲ Ἰησοῦς⸃ *2 εἶπεν RP f35 TR ¦ λέγει TNT2 WH NA NIV SBL 2εἶπεν⸃ αὐτοῖς, Διὰ τὴν *3 ἀπιστίαν RP f35 TR ¦ ὀλιγοπιστίαν TNT2 WH NA NIV SBL 3ἀπιστίαν⸃ ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, *4 Μετάβηθι RP f35 TR ¦ Μετάβα TNT2 WH NA NIV SBL 4Μετάβηθι *5 ἐντεῦθεν RP f35 TR ¦ ἔνθεν TNT2 WH NA NIV SBL 5ἐντεῦθεν⸃⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 *⸋ Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.⸌
22 *⸂ Ἀναστρεφομένων RP f35 TR ¦ Συστρεφομένων TNT2 WH NA NIV SBL ⸂Ἀναστρεφομένων⸃ δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ *⸋ τὰ RP f35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 ⸋τὰ⸌ δίδραχμα; 25 Λέγει, Ναί. Καὶ *⸂ ὅτε εἰσῆλθεν RP TR ¦ ὅτε εἰσῆλθον f35 ¦ ἐλθόντα TNT2 WH NA NIV SBL ⸂ὅτε εἰσῆλθεν⸃ εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 *⸂ Λέγει RP f35 TR ¦ Εἰπόντος TNT2 WH NA NIV SBL ⸂Λέγει⸃ *⸆ – RP f35 TR ¦ δέ TNT2 WH NA NIV SBL *⸋ αὐτῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ⸌ *2 ὁ Πέτρος RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ὁ Πέτρος,⸌ Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς *⸋ τὴν RP f35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL ⸋τὴν⸌ θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν *⸂ ἀναβαίνοντα RP ¦ ἀναβάντα f35 TR TNT2 WH NA NIV SBL ⸂ἀναβαίνοντα⸃ πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

*17:2 ⸂ ἐγένοντο RP ¦ ἐγένετο f 35 TR TNT2 WH NA NIV SBL

*17:3 ⸂ ὤφθησαν RP f 35 TR ¦ ὤφθη TNT2 WH NA NIV SBL

*17:3 ⸉ μετ᾽ αὐτοῦ συλλαλοῦντες RP f 35 TR ¦ συλλαλοῦντες μετ᾽ αὐτοῦ TNT2 NA NIV SBL ¦ συνλαλοῦντες μετ᾽ αὐτοῦ WH

*17:4 ⸂ ποιήσωμεν RP f 35 TR TNT2 ¦ ποιήσω WH NA NIV SBL

*17:4 ⸉ μίαν Ἠλίᾳ RP f 35 TR ¦ Ἠλίᾳ μίαν TNT2 NA NIV SBL ¦ Ἠλείᾳ μίαν WH

*17:5 ⸉ αὐτοῦ ἀκούετε RP f 35 TR ¦ ἀκούετε αὐτοῦ TNT2 WH NA NIV SBL

*17:7 ⸂ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν RP f 35 TR ¦ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν· εἶπεν TNT2 ¦ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν WH NA NIV SBL

*17:8 ⸂ τὸν Ἰησοῦν RP f 35 TR TNT2 ¦ αὐτὸν, Ἰησοῦν WH NA NIV SBL

*17:9 ⸂ ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR

*17:9 ⸂2 ἀναστῇ RP f 35 TR ¦ ἐγερθῇ TNT2 WH NA NIV SBL

*17:10 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*17:11 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL

*17:11 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*17:11 ⸋2 πρῶτον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*17:14 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*17:14 ⸂ αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR

*17:15 ⸂ πάσχει RP f 35 TR NA27+28 NIV SBL ¦ ἔχει TNT2 WH NA25

*17:17 ⸉ ἔσομαι μεθ᾽ ὑμῶν RP f 35 TR ¦ μεθ᾽ ὑμῶν ἔσομαι TNT2 WH NA NIV SBL

*17:18 ⸂ ἐθεραπεύθη RP TR TNT2 WH NA NIV SBL ¦ ἰάθη f 35

*17:20 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL

*17:20 ⸂2 εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL

*17:20 ⸂3 ἀπιστίαν RP f 35 TR ¦ ὀλιγοπιστίαν TNT2 WH NA NIV SBL

*17:20 ⸂4 Μετάβηθι RP f 35 TR ¦ Μετάβα TNT2 WH NA NIV SBL

*17:20 ⸂5 ἐντεῦθεν RP f 35 TR ¦ ἔνθεν TNT2 WH NA NIV SBL

*17:21 ⸋ Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*17:22 ⸂ Ἀναστρεφομένων RP f 35 TR ¦ Συστρεφομένων TNT2 WH NA NIV SBL

*17:24 ⸋ τὰ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25

*17:25 ⸂ ὅτε εἰσῆλθεν RP TR ¦ ὅτε εἰσῆλθον f 35 ¦ ἐλθόντα TNT2 WH NA NIV SBL

*17:26 ⸂ Λέγει RP f 35 TR ¦ Εἰπόντος TNT2 WH NA NIV SBL

*17:26 ⸆ – RP f 35 TR ¦ δέ TNT2 WH NA NIV SBL

*17:26 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*17:26 ⸋2 ὁ Πέτρος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*17:27 ⸋ τὴν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL

*17:27 ⸂ ἀναβαίνοντα RP ¦ ἀναβάντα f 35 TR TNT2 WH NA NIV SBL