3
Division Is of the Flesh
1 *και εγω ¦ καγω CTΚαὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην †υμιν λαλησαι ¦ λαλησαι υμιν CT TRὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς ‡σαρκικοις ¦ σαρκινοις CTσαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. 2 Γάλα ὑμᾶς ἐπότισα, §και ¦ — CTκαὶ οὐ βρῶμα· οὔπω γὰρ *εδυνασθε ¦ ηδυνασθε ANT PCK TRἐδύνασθε, ἀλλ᾽ †ουτε ¦ ουδε CTοὔτε ἔτι νῦν δύνασθε· 3 ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις ‡και διχοστασιαι 91.2% ¦ — CT 4.8%καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, §ουχι σαρκικοι 94.9% ¦ ουκ ανθρωποι CT 2.7%οὐχὶ σαρκικοί ἐστε;
5 *τις ¦ τι CTΤίς οὖν ἐστι †παυλος τις δε απολλως 87.5% ¦ απολλως τι δε εστι παυλος CT 3%Παῦλος, τίς δὲ Ἀπολλώς, ‡αλλ η ¦ — CTἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; 6 Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, §αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ Θεὸς ηὔξανεν. 7 Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός. 8 Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν *ληψεται ¦ λημψεται CTλήψεται κατὰ τὸν ἴδιον κόπον. 9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον †τεθεικα ¦ εθηκα CTτέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. 11 Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ‡χριστος ¦ ο χριστος TRΧριστός. 12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον §τουτον ¦ — CTτοῦτον *χρυσον αργυρον ¦ χρυσιον αργυριον TH WHχρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ †δοκιμασει ¦ αυτο δοκιμασει CTδοκιμάσει. 14 Εἴ τινος τὸ ἔργον ‡μένει ¦ μενεῖ ANT NA PCK SBL WHμένει ὃ §εποικοδομησε ¦ επωκοδομησε ANT PCK TRἐποικοδόμησε, μισθὸν *ληψεται ¦ λημψεται CTλήψεται. 15 Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ †οικει εν υμιν ¦ εν υμιν οικει WHοἰκεῖ ἐν ὑμῖν; 17 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. 20 Καὶ πάλιν, Κύριος ‡γινωσκει ¦ γεινωσκει THγινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. 21 Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22 εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν §εστιν ¦ — CTἐστιν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
*3:1 και εγω ¦ καγω CT
†3:1 υμιν λαλησαι ¦ λαλησαι υμιν CT TR
‡3:1 σαρκικοις ¦ σαρκινοις CT
§3:2 και ¦ — CT
*3:2 εδυνασθε ¦ ηδυνασθε ANT PCK TR
†3:2 ουτε ¦ ουδε CT
‡3:3 και διχοστασιαι 91.2% ¦ — CT 4.8%
§3:4 ουχι σαρκικοι 94.9% ¦ ουκ ανθρωποι CT 2.7%
*3:5 τις ¦ τι CT
†3:5 παυλος τις δε απολλως 87.5% ¦ απολλως τι δε εστι παυλος CT 3%
‡3:5 αλλ η ¦ — CT
§3:6 αλλ ¦ αλλα NA27 SBL TH WH
*3:8 ληψεται ¦ λημψεται CT
†3:10 τεθεικα ¦ εθηκα CT
‡3:11 χριστος ¦ ο χριστος TR
§3:12 τουτον ¦ — CT
*3:12 χρυσον αργυρον ¦ χρυσιον αργυριον TH WH
†3:13 δοκιμασει ¦ αυτο δοκιμασει CT
‡3:14 μένει ¦ μενεῖ ANT NA PCK SBL WH
§3:14 εποικοδομησε ¦ επωκοδομησε ANT PCK TR
*3:14 ληψεται ¦ λημψεται CT
†3:16 οικει εν υμιν ¦ εν υμιν οικει WH
‡3:20 γινωσκει ¦ γεινωσκει TH
§3:22 εστιν ¦ — CT