13
The Way of Love
1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 *και εαν ¦ καν WHΚαὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, †και εαν ¦ καν WHκαὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη ‡μεθιστανειν ¦ μεθισταναι NA SBL THμεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, §ουθεν ¦ ουδεν ANT SCRοὐθέν εἰμι. 3 *και εαν ¦ καν NA TH WHΚαὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, †και εαν ¦ καν WHκαὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα ‡καυθησωμαι 45.4% ¦ καυθησομαι ANT PCK RPmg SBL TH 49.7% ¦ καυχησωμαι NA WH 1.5%καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· §η αγαπη 83.2% ¦ — WH 12.9%ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, *συγχαιρει ¦ συνχαιρει TH WHσυγχαίρει δὲ τῇ ἀληθείᾳ, 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Ἡ ἀγάπη οὐδέποτε †εκπιπτει ¦ πιπτει CTἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 Ἐκ μέρους ‡δε ¦ γαρ CT TRδὲ §γινωσκομεν ¦ γεινωσκομεν THγινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, *τοτε ¦ — CTτότε τὸ ἐκ μέρους καταργηθήσεται. 11 Ὅτε ἤμην νήπιος, †ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος CTὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε ‡δε ¦ — CTδὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι §γινωσκω ¦ γεινωσκω THγινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
*13:2 και εαν ¦ καν WH
†13:2 και εαν ¦ καν WH
‡13:2 μεθιστανειν ¦ μεθισταναι NA SBL TH
§13:2 ουθεν ¦ ουδεν ANT SCR
*13:3 και εαν ¦ καν NA TH WH
†13:3 και εαν ¦ καν WH
‡13:3 καυθησωμαι 45.4% ¦ καυθησομαι ANT PCK RPmg SBL TH 49.7% ¦ καυχησωμαι NA WH 1.5%
§13:4 η αγαπη 83.2% ¦ — WH 12.9%
*13:6 συγχαιρει ¦ συνχαιρει TH WH
†13:8 εκπιπτει ¦ πιπτει CT
‡13:9 δε ¦ γαρ CT TR
§13:9 γινωσκομεν ¦ γεινωσκομεν TH
*13:10 τοτε ¦ — CT
†13:11 ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος CT
‡13:11 δε ¦ — CT
§13:12 γινωσκω ¦ γεινωσκω TH