ΙΩΑΝΝΟΥ Α
1
The Word of Life
1 Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς— 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν— 3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν *υμιν ¦ και υμιν CTὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. 4 Καὶ ταῦτα γράφομεν †υμιν ¦ ημεις CTὑμῖν, ἵνα ἡ χαρὰ ‡υμων 𝔐7 ¦ ημων 𝔐9 ANT ECM† HF NA PCK RP SBL ST TH WHὑμῶν ᾖ πεπληρωμένη.
God Is Light
5 Καὶ §εστιν αυτη ¦ αυτη εστιν ANT TRἔστιν αὕτη ἡ *αγγελια ¦ επαγγελια ANT STἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία †εν αυτω ουκ εστιν ¦ ουκ εστιν εν αυτω WHἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει ‡περιπατωμεν ¦ περιπατουμεν PCKπεριπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7 ἐὰν §δε ¦ — ECM† NA28δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ *χριστου 92.5% ¦ — CT 4.5%Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια †ουκ εστιν εν ημιν ¦ εν ημιν ουκ εστιν ECM†οὐκ ἔστιν ἐν ἡμῖν. 9 Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10 Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
*1:3 υμιν ¦ και υμιν CT
†1:4 υμιν ¦ ημεις CT
‡1:4 υμων 𝔐7 ¦ ημων 𝔐9 ANT ECM† HF NA PCK RP SBL ST TH WH
§1:5 εστιν αυτη ¦ αυτη εστιν ANT TR
*1:5 αγγελια ¦ επαγγελια ANT ST
†1:5 εν αυτω ουκ εστιν ¦ ουκ εστιν εν αυτω WH
‡1:6 περιπατωμεν ¦ περιπατουμεν PCK
§1:7 δε ¦ — ECM† NA28
*1:7 χριστου 92.5% ¦ — CT 4.5%
†1:8 ουκ εστιν εν ημιν ¦ εν ημιν ουκ εστιν ECM†