3
Wives and Husbands
1 Ὁμοίως,
*αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα
†καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου
‡κερδηθήσονται
2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν·
3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ
§πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές.
5 οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι
*ἐπὶ
†τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6 ὡς Σάρρα
‡ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς
§ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ
*συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ
†ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Suffering for Righteousness’ Sake
8 Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι,
‡φιλόφρονες,
9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες,
§εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν
παυσάτω τὴν γλῶσσαν
†αὐτοῦ ἀπὸ κακοῦ
καὶ χείλη
‡αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον,
11 §ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω
*ἀγαθόν,
ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
12 ὅτι
†ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν,
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ
‡μιμηταὶ γένησθε;
14 ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
15 Κύριον δὲ τὸν
§Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ἕτοιμοι
*δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος
†μετὰ πραΰτητος καὶ φόβου,
16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ
‡καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν
§τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ
*θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
18 Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν
†ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα
‡ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ
§πνεύματι·
19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,
20 ἀπειθήσασί ποτε, ὅτε
*ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν
†ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος·
21 ‡ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα—οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν—δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22 ὅς ἐστιν ἐν δεξιᾷ
§τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.