4
Paul's Perseverance in Ministry
1 Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ *εκκακουμεν ¦ εγκακουμεν CTἐκκακοῦμεν· 2 †αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ‡συνιστωντες ¦ συνιστανοντες NA SBL WH ¦ συνισταντες THσυνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. 3 Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον· 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι §αυτοις ¦ — CTαὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. 5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, *αλλα χριστον ιησουν ¦ αλλα ιησουν χριστον NA27 ¦ αλλ ιησουν χριστον NA28ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6 Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς †λαμψαι ¦ λαμψει CTλάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ ‡ιησου ¦ — SBL WHἸησοῦ Χριστοῦ.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· 8 ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· 9 διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· 10 πάντοτε τὴν νέκρωσιν τοῦ §κυριου ¦ — CTΚυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 Ὥστε ὁ *μεν ¦ — CTμὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν †κυριον ¦ — SBLΚύριον Ἰησοῦν καὶ ἡμᾶς ‡δια ¦ συν CTδιὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. 15 Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Living by Faith
16 Διὸ οὐκ §εκκακουμεν ¦ εγκακουμεν CTἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ *εσωθεν ¦ εσω ημων CTἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως †ημων ¦ — WHἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
*4:1 εκκακουμεν ¦ εγκακουμεν CT
†4:2 αλλα ¦ αλλ ANT NA28 TR
‡4:2 συνιστωντες ¦ συνιστανοντες NA SBL WH ¦ συνισταντες TH
§4:4 αυτοις ¦ — CT
*4:5 αλλα χριστον ιησουν ¦ αλλα ιησουν χριστον NA27 ¦ αλλ ιησουν χριστον NA28
†4:6 λαμψαι ¦ λαμψει CT
‡4:6 ιησου ¦ — SBL WH
§4:10 κυριου ¦ — CT
*4:12 μεν ¦ — CT
†4:14 κυριον ¦ — SBL
‡4:14 δια ¦ συν CT
§4:16 εκκακουμεν ¦ εγκακουμεν CT
*4:16 εσωθεν ¦ εσω ημων CT
†4:17 ημων ¦ — WH