13
Final Warnings and Greetings
1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2 προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν *γραφω ¦ — ᴄᴛ γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. 4 καὶ γὰρ †ει ¦ — ᴄᴛ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. καὶ γὰρ ‡ημεις ¦ και ημεις ᴇʟᴢ ꜱᴄʀ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ §ζησομεθα ¦ ζησομεν ᴄᴛ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι *ιησους χριστος ¦ χριστος ιησους ᴛʜ Ἰησοῦς Χριστὸς ἐν ὑμῖν †εστιν ¦ — ᴄᴛ ἐστιν; εἰ μήτι ἀδόκιμοί ἐστε. 6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 ‡ευχομαι ¦ ευχομεθα ᴄᴛ εὔχομαι δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας §αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. 9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο *δε ¦ — ᴄᴛ δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν †εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι ᴄᴛ ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ ‡ειρηνης ¦ της ειρηνης ᴘᴄᴋ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. 12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. 13 ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 Ἡ χάρις τοῦ §κυριου ¦ κυριου ημων ᴘᴄᴋ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
*αμην ¦ — ᴄᴛ Ἀμήν.
*13:2 γραφω ¦ — ᴄᴛ
†13:4 ει ¦ — ᴄᴛ
‡13:4 ημεις ¦ και ημεις ᴇʟᴢ ꜱᴄʀ
§13:4 ζησομεθα ¦ ζησομεν ᴄᴛ
*13:5 ιησους χριστος ¦ χριστος ιησους ᴛʜ
†13:5 εστιν ¦ — ᴄᴛ
‡13:7 ευχομαι ¦ ευχομεθα ᴄᴛ
§13:8 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
*13:9 δε ¦ — ᴄᴛ
†13:10 εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι ᴄᴛ
‡13:11 ειρηνης ¦ της ειρηνης ᴘᴄᴋ
§13:14 κυριου ¦ κυριου ημων ᴘᴄᴋ
*13:14 αμην ¦ — ᴄᴛ