6
Seven Chosen to Serve
Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, *ειπον ¦ ειπαν CTεἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Ἐπισκέψασθε ουν ¦ δε ECM NA SBL WHοὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος αγιου ¦ — CTἉγίου καὶ σοφίας, οὓς §καταστησωμεν 𝔐23 ¦ καταστησομεν 𝔐20 ANT CT PCK TRκαταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου *προσκαρτερησωμεν 𝔐29 ¦ προσκαρτερησομεν 𝔐14 ANT ECM HF NA PCK RP SBL TH TR WHπροσκαρτερήσωμεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πληρης 𝔐17 ¦ πληρη 𝔐7 ANT PCK TR WHπλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
The Arrest of Stephen
Στέφανος δὲ πλήρης πιστεως 78.4% ¦ χαριτος CT 19.8%πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, §συζητουντες ¦ συνζητουντες TH WHσυζητοῦντες τῷ Στεφάνῳ. 10 Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς *μωυσην 𝔐26 ¦ μωσην 𝔐16 HF PCK RP TRΜωϋσῆν καὶ τὸν Θεόν. 12 συνεκινησαν ¦ συνεκεινησαν THΣυνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα CTῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ §αγιου ¦ αγιου τουτου ECM NA TR WHἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν *μωυσης 𝔐32 ¦ μωσης 𝔐12 HF PCK RPΜωϋσῆς. 15 Καὶ ἀτενίσαντες εἰς αὐτὸν απαντες ¦ παντες CTἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, ειδον ¦ ειδαν WHεἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

*6:2 ειπον ¦ ειπαν CT

6:3 ουν ¦ δε ECM NA SBL WH

6:3 αγιου ¦ — CT

§6:3 καταστησωμεν 𝔐23 ¦ καταστησομεν 𝔐20 ANT CT PCK TR

*6:4 προσκαρτερησωμεν 𝔐29 ¦ προσκαρτερησομεν 𝔐14 ANT ECM† HF NA PCK RP SBL TH TR WH

6:5 πληρης 𝔐17 ¦ πληρη 𝔐7 ANT PCK TR WH

6:8 πιστεως 78.4% ¦ χαριτος CT 19.8%

§6:9 συζητουντες ¦ συνζητουντες TH WH

*6:11 μωυσην 𝔐26 ¦ μωσην 𝔐16 HF PCK RP TR

6:12 συνεκινησαν ¦ συνεκεινησαν TH

6:13 ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα CT

§6:13 αγιου ¦ αγιου τουτου ECM† NA TR WH

*6:14 μωυσης 𝔐32 ¦ μωσης 𝔐12 HF PCK RP

6:15 απαντες ¦ παντες CT

6:15 ειδον ¦ ειδαν WH