4
Unity in the Body of Christ
Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ *πραοτητος ¦ πραυτητος CTπρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ημιν ¦ υμιν TR ¦ — CTἡμῖν.
Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει,
 
Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν,
και ¦ — NA SBL THκαὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.
 
Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι §και κατεβη πρωτον 83.6% ¦ κατεβη πρωτον MSS 6.7% ¦ και κατεβη CT 2.8%καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· 13 μέχρι *καταντησωμεν ¦ καταντησομεν PCKκαταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· 14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβεια ¦ κυβια WHκυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδειαν ¦ μεθοδιαν RPmg WHμεθοδείαν τῆς πλάνης· 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, §ο ¦ — CTὁ Χριστός, 16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ *συμβιβαζομενον ¦ συνβιβαζομενον TH WHσυμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
Living the New Life
17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπα 90.8% ¦ — CT 5.6%λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, 18 εσκοτισμενοι ¦ εσκοτωμενοι CTἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· 19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, 21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· 22 ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ §τω ¦ — SBL TH WHτῷ παροργισμῷ ὑμῶν· 27 *μηδε ¦ μητε TRμηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28 Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος το αγαθον ταις χερσιν 70.1% ¦ το αγαθον ταις ιδιαις χερσιν MSS 16.3% ¦ ταις ιδιαις χερσι το αγαθον NA SBL TH 7% ¦ ταις χερσι το αγαθον WH 1.6%τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. 30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· 32 §γινεσθε δε ¦ γινεσθε SBL ¦ γεινεσθε δε THγίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο *ημιν ¦ υμιν NA PCK SBL TR WHἡμῖν.

*4:2 πραοτητος ¦ πραυτητος CT

4:6 ημιν ¦ υμιν TR ¦ — CT

4:8 και ¦ — NA SBL TH

§4:9 και κατεβη πρωτον 83.6% ¦ κατεβη πρωτον MSS 6.7% ¦ και κατεβη CT 2.8%

*4:13 καταντησωμεν ¦ καταντησομεν PCK

4:14 κυβεια ¦ κυβια WH

4:14 μεθοδειαν ¦ μεθοδιαν RPmg WH

§4:15 ο ¦ — CT

*4:16 συμβιβαζομενον ¦ συνβιβαζομενον TH WH

4:17 λοιπα 90.8% ¦ — CT 5.6%

4:18 εσκοτισμενοι ¦ εσκοτωμενοι CT

§4:26 τω ¦ — SBL TH WH

*4:27 μηδε ¦ μητε TR

4:28 το αγαθον ταις χερσιν 70.1% ¦ το αγαθον ταις ιδιαις χερσιν MSS 16.3% ¦ ταις ιδιαις χερσι το αγαθον NA SBL TH 7% ¦ ταις χερσι το αγαθον WH 1.6%

4:29 αλλ ¦ αλλα NA27 SBL TH WH

§4:32 γινεσθε δε ¦ γινεσθε SBL ¦ γεινεσθε δε TH

*4:32 ημιν ¦ υμιν NA PCK SBL TR WH