11
The Meaning of Faith
Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων *τα βλεπομενα ¦ το βλεπομενον CTτὰ βλεπόμενα γεγονέναι.
Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλειται ¦ λαλει CT SCRλαλεῖται. Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ευρισκετο ¦ ηυρισκετο CTεὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως §αυτου ¦ — CTαὐτοῦ μεμαρτύρηται *ευηρεστηκεναι ¦ ευαρεστηκεναι NA SBL WHεὐηρεστηκέναι τῷ Θεῷ· χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τον ¦ — CTτὸν τόπον ὃν ημελλε ¦ εμελλε ANTἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς §γην ¦ την γην ANT RPmg TRγῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν *συγκληρονομων ¦ συνκληρονομων TH WHσυγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. 11 Πίστει καὶ αὐτὴ σάρρα ¦ αὐτὴ σάρρα στεῖρα NA ¦ αὐτῇ Σάρρᾳ SBLαὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ετεκεν ¦ — CTἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. 12 Διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ §ως η ¦ ωσει TRὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ *λαβοντες 89.1% ¦ κομισαμενοι WH 7%λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ ασπασαμενοι ¦ πεισθεντες και ασπασαμενοι TRἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14 Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. 15 Καὶ εἰ μὲν ἐκείνης εμνημονευον ¦ μνημονευουσιν SBLἐμνημόνευον ἀφ᾽ ἧς §εξηλθον 94.4% ¦ εξεβησαν CT 3%ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. 16 *νυν ¦ νυνι TRΝῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18 πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 20 πιστει ¦ πιστει και CTΠίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21 Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 Πίστει μωυσης ¦ μωσης TRΜωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24 Πίστει §μωυσης ¦ μωσης TRΜωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος *συγκακουχεισθαι ¦ συνκακουχεισθαι TH WHσυγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν αιγυπτου ¦ εν αιγυπτω TRΑἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. 27 Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. 28 Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρας ¦ ξηρας γης CTξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. 30 Πίστει τὰ τείχη §ιεριχω ¦ ιερειχω WHἸεριχὼ *επεσε ¦ επεσαν CTἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
32 Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γαρ με ¦ με γαρ CTγάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε και σαμψων και ¦ σαμψων CTτε καὶ Σαμψὼν καὶ Ἰεφθάε, §δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, *ειργασαντο ¦ ηργασαντο WHεἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαιρας ¦ μαχαιρης CTμαχαίρας, ενεδυναμωθησαν ¦ εδυναμωθησαν CTἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, §επρισθησαν επειρασθησαν 86.7% ¦ επρισθησαν NA SBL 7.3% ¦ επειρασθησαν επρισθησαν WH 3.1%ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ *μαχαιρας ¦ μαχαιρης CTμαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αιγειοις ¦ αιγιοις WHαἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι— 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος—εν ¦ επι CTἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ §ουτοι ¦ — SBLοὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

*11:3 τα βλεπομενα ¦ το βλεπομενον CT

11:4 λαλειται ¦ λαλει CT SCR

11:5 ευρισκετο ¦ ηυρισκετο CT

§11:5 αυτου ¦ — CT

*11:5 ευηρεστηκεναι ¦ ευαρεστηκεναι NA SBL WH

11:8 τον ¦ — CT

11:8 ημελλε ¦ εμελλε ANT

§11:9 γην ¦ την γην ANT RPmg TR

*11:9 συγκληρονομων ¦ συνκληρονομων TH WH

11:11 αὐτὴ σάρρα ¦ αὐτὴ σάρρα στεῖρα NA ¦ αὐτῇ Σάρρᾳ SBL

11:11 ετεκεν ¦ — CT

§11:12 ως η ¦ ωσει TR

*11:13 λαβοντες 89.1% ¦ κομισαμενοι WH 7%

11:13 ασπασαμενοι ¦ πεισθεντες και ασπασαμενοι TR

11:15 εμνημονευον ¦ μνημονευουσιν SBL

§11:15 εξηλθον 94.4% ¦ εξεβησαν CT 3%

*11:16 νυν ¦ νυνι TR

11:20 πιστει ¦ πιστει και CT

11:23 μωυσης ¦ μωσης TR

§11:24 μωυσης ¦ μωσης TR

*11:25 συγκακουχεισθαι ¦ συνκακουχεισθαι TH WH

11:26 αιγυπτου ¦ εν αιγυπτω TR

11:29 ξηρας ¦ ξηρας γης CT

§11:30 ιεριχω ¦ ιερειχω WH

*11:30 επεσε ¦ επεσαν CT

11:32 γαρ με ¦ με γαρ CT

11:32 τε και σαμψων και ¦ σαμψων CT

§11:32 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

*11:33 ειργασαντο ¦ ηργασαντο WH

11:34 μαχαιρας ¦ μαχαιρης CT

11:34 ενεδυναμωθησαν ¦ εδυναμωθησαν CT

§11:37 επρισθησαν επειρασθησαν 86.7% ¦ επρισθησαν NA SBL 7.3% ¦ επειρασθησαν επρισθησαν WH 3.1%

*11:37 μαχαιρας ¦ μαχαιρης CT

11:37 αιγειοις ¦ αιγιοις WH

11:38 εν ¦ επι CT

§11:39 ουτοι ¦ — SBL