ΙΑΚΩΒΟΥ
1
Greeting
1 Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.
The Testing of Your Faith Produces Endurance
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· 4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. 5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ *ουκ 69.9% ¦ μη CT TR 29.9%οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. 6 Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. 7 Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι †ληψεται ¦ λημψεται CTλήψεταί τι παρὰ τοῦ Κυρίου. 8 Ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
The Lowly Brother and the Rich Man
9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· 10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11 Ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
Enduring Temptation
12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος ‡ληψεται ¦ λημψεται CTλήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο §ο κυριος 89.1% ¦ — CT 2%ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. 13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ *θεου ¦ του θεου TRΘεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα· 14 ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. 15 Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί. 17 Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγή, ἢ τροπῆς ἀποσκίασμα. 18 Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Hearing and Abiding by the Word
19 †ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε CTὭστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ ‡ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται NA27 SBL TH WH 16.7%οὐ κατεργάζεται. 21 Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πρᾳΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ §μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM† SBL WH 4.6%μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς. 23 Ὅτι εἴ τις ἀκροατὴς *λογου ¦ νομου PCKλόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24 κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, †ουτος 87.1% ¦ ουτως MSS 6.8% ¦ — CT 5.4%οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26 Εἴ τις δοκεῖ θρῆσκος ‡ειναι εν υμιν 80.1% ¦ εν υμιν ειναι MSS 8.2% ¦ ειναι CT 9.4%εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν §αυτου ¦ εαυτου WHαὐτοῦ, *αλλα ¦ αλλ ANT ECM NA28 PCK TRἀλλὰ ἀπατῶν καρδίαν †αυτου ¦ εαυτου WHαὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 27 Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ ‡θεω ¦ τω θεω ANT CT TRΘεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
*1:5 ουκ 69.9% ¦ μη CT TR 29.9%
†1:7 ληψεται ¦ λημψεται CT
‡1:12 ληψεται ¦ λημψεται CT
§1:12 ο κυριος 89.1% ¦ — CT 2%
*1:13 θεου ¦ του θεου TR
†1:19 ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε CT
‡1:20 ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται NA27 SBL TH WH 16.7%
§1:22 μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM† SBL WH 4.6%
*1:23 λογου ¦ νομου PCK
†1:25 ουτος 87.1% ¦ ουτως MSS 6.8% ¦ — CT 5.4%
‡1:26 ειναι εν υμιν 80.1% ¦ εν υμιν ειναι MSS 8.2% ¦ ειναι CT 9.4%
§1:26 αυτου ¦ εαυτου WH
*1:26 αλλα ¦ αλλ ANT ECM NA28 PCK TR
†1:26 αυτου ¦ εαυτου WH
‡1:27 θεω ¦ τω θεω ANT CT TR