15
I Am the True Vine
1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. 2 Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα *πλειονα καρπον ¦ καρπον πλειονα CTπλείονα καρπὸν φέρῃ. 3 Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. 4 Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ †μεινη ¦ μενη CTμείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ ‡μεινητε ¦ μενητε CTμείνητε. 5 Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6 Ἐὰν μή τις §μεινη ¦ μενη CTμείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς *το ¦ — TRτὸ πῦρ βάλλουσι, καὶ καίεται. 7 Ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε †αιτησεσθε ¦ αιτησασθε ANT CTαἰτήσεσθε, καὶ γενήσεται ὑμῖν. 8 Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε· καὶ ‡γενησεσθε ¦ γενησθε CTγενήσεσθε ἐμοὶ μαθηταί. 9 Καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ §ηγαπησα υμας ¦ υμας ηγαπησα CTἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ *τας εντολας του πατρος μου ¦ του πατρος τας εντολας WHτὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν †μεινη ¦ η CTμείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. 13 Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ‡οσα ¦ α NA SBL TH ¦ ο WHὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. 15 Οὐκέτι §υμας λεγω ¦ λεγω υμας CTὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16 Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, *δω ¦ δωη 𝔐pt HF PCK δῷ ὑμῖν. 17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
The World Hates the Disciples
18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν †υμιν ¦ εις υμας CTὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ ‡ειχον ¦ ειχοσαν CTεἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 Ὁ ἐμὲ μισῶν, καὶ τὸν πατέρα μου μισεῖ. 24 Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος §πεποιηκεν ¦ εποιησεν CTπεποίηκεν, ἁμαρτίαν οὐκ *ειχον ¦ ειχοσαν CTεἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 Ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ †γεγραμμενος εν τω νομω αυτων ¦ εν τω νομω αυτων γεγραμμενος CTγεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι Ἐμίσησάν με δωρεάν.
26 Ὅταν ‡δε ¦ — CTδὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.
*15:2 πλειονα καρπον ¦ καρπον πλειονα CT
†15:4 μεινη ¦ μενη CT
‡15:4 μεινητε ¦ μενητε CT
§15:6 μεινη ¦ μενη CT
*15:6 το ¦ — TR
†15:7 αιτησεσθε ¦ αιτησασθε ANT CT
‡15:8 γενησεσθε ¦ γενησθε CT
§15:9 ηγαπησα υμας ¦ υμας ηγαπησα CT
*15:10 τας εντολας του πατρος μου ¦ του πατρος τας εντολας WH
†15:11 μεινη ¦ η CT
‡15:14 οσα ¦ α NA SBL TH ¦ ο WH
§15:15 υμας λεγω ¦ λεγω υμας CT
*15:16 δω ¦ δωη 𝔐pt HF PCK
†15:21 υμιν ¦ εις υμας CT
‡15:22 ειχον ¦ ειχοσαν CT
§15:24 πεποιηκεν ¦ εποιησεν CT
*15:24 ειχον ¦ ειχοσαν CT
†15:25 γεγραμμενος εν τω νομω αυτων ¦ εν τω νομω αυτων γεγραμμενος CT
‡15:26 δε ¦ — CT