7
Judging Others
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε *μετρηθησεται ¦ αντιμετρηθησεται ᴛʀ μετρηθήσεται ὑμῖν. 3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος †απο ¦ εκ ᴄᴛ ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 ὑποκριτά, ἔκβαλε πρῶτον ‡την δοκον εκ του οφθαλμου σου ¦ εκ του οφθαλμου σου την δοκον ᴄᴛ τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε §καταπατησωσιν ¦ καταπατησουσιν ᴄᴛ καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Ask, Seek, Knock
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται *υμιν ¦ ημιν ᴀɴᴛ*ὑμῖν. 8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 9 ἢ τίς †εστιν ¦ — ᴡʜ ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ‡εαν αιτηση ¦ αιτησει ᴄᴛ ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 §και εαν ιχθυν αιτηση ¦ η και ιχθυν αιτησει ᴄᴛ καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
12 Πάντα οὖν ὅσα *αν ¦ εαν ɴᴀ ꜱʙʟ ᴡʜ ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
The Narrow Gate
13 †εισελθετε ¦ εισελθατε ᴄᴛ Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ‡η πυλη ¦ — ᴡʜ ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς. 14 §τι ¦ οτι ꜱʙʟ ᴛʀ ᴡʜ τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Beware of False Prophets
15 Προσέχετε *δε ¦ — ᴄᴛ δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν †σταφυλην ¦ σταφυλας ᴄᴛ σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα; 17 οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ‡ποιειν ¦ ενεγκειν ᴡʜ ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 §παν ¦ παν ουν ᴘᴄᴋ πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
I Never Knew You
21 Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν *ουρανοις ¦ τοις ουρανοις ᴄᴛ οὐρανοῖς. 22 πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι †προεφητευσαμεν ¦ επροφητευσαμεν ᴄᴛ προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
The Two Foundations
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ‡ομοιωσω αυτον ¦ ομοιωθησεται ᴄᴛ ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε §την οικιαν αυτου ¦ αυτου την οικιαν ᴄᴛ τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· 25 καὶ κατέβη ἡ βροχὴ καὶ *ηλθον ¦ ηλθαν ᴡʜ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ †προσεπεσον ¦ προσεπεσαν ᴄᴛ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε ‡την οικιαν αυτου ¦ αυτου την οικιαν ᴄᴛ τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· 27 καὶ κατέβη ἡ βροχὴ καὶ §ηλθον ¦ ηλθαν ᴡʜ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 Καὶ ἐγένετο ὅτε *συνετελεσεν ¦ ετελεσεν ᴄᴛ συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ †γραμματεις ¦ γραμματεις αυτων ᴄᴛ γραμματεῖς.

*7:2 μετρηθησεται ¦ αντιμετρηθησεται ᴛʀ

†7:4 απο ¦ εκ ᴄᴛ

‡7:5 την δοκον εκ του οφθαλμου σου ¦ εκ του οφθαλμου σου την δοκον ᴄᴛ

§7:6 καταπατησωσιν ¦ καταπατησουσιν ᴄᴛ

*7:7 υμιν ¦ ημιν ᴀɴᴛ*

†7:9 εστιν ¦ — ᴡʜ

‡7:9 εαν αιτηση ¦ αιτησει ᴄᴛ

§7:10 και εαν ιχθυν αιτηση ¦ η και ιχθυν αιτησει ᴄᴛ

*7:12 αν ¦ εαν ɴᴀ ꜱʙʟ ᴡʜ

†7:13 εισελθετε ¦ εισελθατε ᴄᴛ

‡7:13 η πυλη ¦ — ᴡʜ

§7:14 τι ¦ οτι ꜱʙʟ ᴛʀ ᴡʜ

*7:15 δε ¦ — ᴄᴛ

†7:16 σταφυλην ¦ σταφυλας ᴄᴛ

‡7:18 ποιειν ¦ ενεγκειν ᴡʜ

§7:19 παν ¦ παν ουν ᴘᴄᴋ

*7:21 ουρανοις ¦ τοις ουρανοις ᴄᴛ

†7:22 προεφητευσαμεν ¦ επροφητευσαμεν ᴄᴛ

‡7:24 ομοιωσω αυτον ¦ ομοιωθησεται ᴄᴛ

§7:24 την οικιαν αυτου ¦ αυτου την οικιαν ᴄᴛ

*7:25 ηλθον ¦ ηλθαν ᴡʜ

†7:25 προσεπεσον ¦ προσεπεσαν ᴄᴛ

‡7:26 την οικιαν αυτου ¦ αυτου την οικιαν ᴄᴛ

§7:27 ηλθον ¦ ηλθαν ᴡʜ

*7:28 συνετελεσεν ¦ ετελεσεν ᴄᴛ

†7:29 γραμματεις ¦ γραμματεις αυτων ᴄᴛ